674bἐνιαυτὸν ὃν ἂν ἄρχωσιν, μηδʼ αὖ κυβερνήτας μηδὲ δικαστὰς ἐνεργοὺς ὄντας οἴνου γεύεσθαι τὸ παράπαν, μηδʼ ὅστις βουλευσόμενος εἰς βουλὴν ἀξίαν τινὰ λόγου συνέρχεται, μηδέ γε μεθʼ ἡμέραν μηδένα τὸ παράπαν εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδʼ αὖ νύκτωρ ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ καὶ γυνή. καὶ ἄλλα δὲ πάμπολλα ἄν τις λέγοι ἐν οἷς τοῖς νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος
674cοἶνος· ὥστε κατὰ τὸν λόγον τοῦτον οὐδʼ ἀμπελώνων ἂν πολλῶν δέοι οὐδʼ ᾗτινι πόλει, τακτὰ δὲ τά τʼ ἄλλʼ ἂν εἴη γεωργήματα καὶ πᾶσα ἡ δίαιτα, καὶ δὴ τά γε περὶ οἶνον σχεδὸν ἁπάντων ἐμμετρότατα καὶ ὀλίγιστα γίγνοιτʼ ἄν. οὗτος, ὦ ξένοι, ἡμῖν, εἰ συνδοκεῖ, κολοφὼν ἐπὶ τῷ περὶ οἴνου λόγῳ ῥηθέντι εἰρήσθω.Κλεινίας
καλῶς, καὶ συνδοκεῖ.
676aἈθηναῖος
ταῦτα μὲν οὖν δὴ ταύτῃ· πολιτείας δὲ ποτὲ φῶμεν γεγονέναι; μῶν οὐκ ἐνθένδε τις ἂν αὐτὴν ῥᾷστά τε καὶ κάλλιστα κατίδοι;
Κλεινίας
πόθεν;
Ἀθηναῖος
ὅθενπερ καὶ τὴν τῶν πόλεων ἐπίδοσιν εἰς ἀρετὴν μεταβαίνουσαν ἅμα καὶ κακίαν ἑκάστοτε θεατέον.
Κλεινίας
λέγεις δὲ πόθεν;
Ἀθηναῖος
οἶμαι μὲν ἀπὸ χρόνου μήκους τε καὶ ἀπειρίας καὶ
676bτῶν μεταβολῶν ἐν τῷ τοιούτῳ.Κλεινίας
πῶς λέγεις;
Ἀθηναῖος
φέρε, ἀφʼ οὗ πόλεις τʼ εἰσὶν καὶ ἄνθρωποι πολιτευόμενοι, δοκεῖς ἄν ποτε κατανοῆσαι χρόνου πλῆθος ὅσον γέγονεν;
Κλεινίας
οὔκουν ῥᾴδιόν γε οὐδαμῶς.
Ἀθηναῖος
τὸ δέ γε ὡς ἄπλετόν τι καὶ ἀμήχανον ἂν εἴη;
Κλεινίας
πάνυ μὲν οὖν τοῦτό γε.
Ἀθηναῖος
μῶν οὖν οὐ μυρίαι μὲν ἐπὶ μυρίαις ἡμῖν γεγόνασι πόλεις ἐν τούτῳ τῷ χρόνῳ, κατὰ τὸν αὐτὸν δὲ τοῦ πλήθους