676bτῶν μεταβολῶν ἐν τῷ τοιούτῳ.Κλεινίας
πῶς λέγεις;
Ἀθηναῖος
φέρε, ἀφʼ οὗ πόλεις τʼ εἰσὶν καὶ ἄνθρωποι πολιτευόμενοι, δοκεῖς ἄν ποτε κατανοῆσαι χρόνου πλῆθος ὅσον γέγονεν;
Κλεινίας
οὔκουν ῥᾴδιόν γε οὐδαμῶς.
Ἀθηναῖος
τὸ δέ γε ὡς ἄπλετόν τι καὶ ἀμήχανον ἂν εἴη;
Κλεινίας
πάνυ μὲν οὖν τοῦτό γε.
Ἀθηναῖος
μῶν οὖν οὐ μυρίαι μὲν ἐπὶ μυρίαις ἡμῖν γεγόνασι πόλεις ἐν τούτῳ τῷ χρόνῳ, κατὰ τὸν αὐτὸν δὲ τοῦ πλήθους
676cλόγον οὐκ ἐλάττους ἐφθαρμέναι; πεπολιτευμέναι δʼ αὖ πάσας πολιτείας πολλάκις ἑκασταχοῦ; καὶ τοτὲ μὲν ἐξ ἐλαττόνων μείζους, τοτὲ δʼ ἐκ μειζόνων ἐλάττους, καὶ χείρους ἐκ βελτιόνων γεγόνασι καὶ βελτίους ἐκ χειρόνων;Κλεινίας
ἀναγκαῖον.
Ἀθηναῖος
ταύτης δὴ πέρι λάβωμεν, εἰ δυναίμεθα, τῆς μεταβολῆς τὴν αἰτίαν· τάχα γὰρ ἂν ἴσως δείξειεν ἡμῖν τὴν πρώτην τῶν πολιτειῶν γένεσιν καὶ μετάβασιν.
Κλεινίας
εὖ λέγεις, καὶ προθυμεῖσθαι δεῖ, σὲ μὲν ὃ διανοῇ περὶ αὐτῶν ἀποφαινόμενον, ἡμᾶς δὲ συνεπομένους.
677aἈθηναῖος
ἆρʼ οὖν ὑμῖν οἱ παλαιοὶ λόγοι ἀλήθειαν ἔχειν τινὰ δοκοῦσιν;
Κλεινίας
ποῖοι δή;
Ἀθηναῖος
τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς τε καὶ νόσοις καὶ ἄλλοις πολλοῖς, ἐν οἷς βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος.
Κλεινίας
πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί.
Ἀθηναῖος
φέρε δή, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην τὴν τῷ κατακλυσμῷ ποτε γενομένην.
Κλεινίας
τὸ ποῖόν τι περὶ αὐτῆς διανοηθέντες;