Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 677c Pl. Leg. 678a (English) >>Pl. Leg. 678d

677e

Ἀθηναῖος

ναί, τοῦτον· πολὺ γὰρ ὑμῖν ὑπερεπήδησε τῷ μηχανήματι τοὺς σύμπαντας, φίλε, λόγῳ μὲν Ἡσίοδος ἐμαντεύετο πάλαι, τῷ δὲ ἔργῳ ἐκεῖνος ἀπετέλεσεν, ὡς ὑμεῖς φατε.

Κλεινίας

φαμὲν γὰρ οὖν.

Ἀθηναῖος

οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτʼ ἐγένετο φθορά, τὰ περὶ τοὺς ἀνθρώπους πράγματα, μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δʼ ἀφθόνου πλῆθος πάμπολυ, ζῴων δὲ τῶν ἄλλων ἐρρόντων, βουκόλιʼ ἄττα, καὶ εἴ τί που αἰγῶν περιλειφθὲν ἐτύγχανεν γένος, σπάνια καὶ ταῦτα 678aνέμουσιν εἶναι ζῆν τότε κατʼ ἀρχάς;

Κλεινίας

τί μήν;

Ἀθηναῖος

πόλεως δὲ καὶ πολιτείας πέρι καὶ νομοθεσίας, ὧν νῦν λόγος ἡμῖν παρέστηκεν, ἆρʼ ὡς ἔπος εἰπεῖν οἰόμεθα καὶ μνήμην εἶναι τὸ παράπαν;

Κλεινίας

οὐδαμῶς.

Ἀθηναῖος

οὐκοῦν ἐξ ἐκείνων τῶν διακειμένων οὕτω τὰ νῦν γέγονεν ἡμῖν σύμπαντα, πόλεις τε καὶ πολιτεῖαι καὶ τέχναι καὶ νόμοι, καὶ πολλὴ μὲν πονηρία, πολλὴ δὲ καὶ ἀρετή;

Κλεινίας

πῶς λέγεις; 678b

Ἀθηναῖος

ἆρʼ οἰόμεθα, θαυμάσιε, τοὺς τότε, ἀπείρους ὄντας πολλῶν μὲν καλῶν τῶν κατὰ τὰ ἄστη, πολλῶν δὲ καὶ τῶν ἐναντίων, τελέους πρὸς ἀρετὴν πρὸς κακίαν γεγονέναι;

Κλεινίας

καλῶς εἶπες, καὶ μανθάνομεν λέγεις.

Ἀθηναῖος

οὐκοῦν προϊόντος μὲν τοῦ χρόνου, πληθύοντος δʼ ἡμῶν τοῦ γένους, εἰς πάντα τὰ νῦν καθεστηκότα προελήλυθεν πάντα;

Κλεινίας

ὀρθότατα.

Ἀθηναῖος

οὐκ ἐξαίφνης γε, ὡς εἰκός, κατὰ σμικρὸν δὲ ἐν παμπόλλῳ τινὶ χρόνῳ.



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 677c Pl. Leg. 678a (English) >>Pl. Leg. 678d

Powered by PhiloLogic