Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 678a Pl. Leg. 678d (English) >>Pl. Leg. 679b

678c

Κλεινίας

καὶ μάλα πρέπει τοῦθʼ οὕτως.

Ἀθηναῖος

ἐκ γὰρ τῶν ὑψηλῶν εἰς τὰ πεδία καταβαίνειν, οἶμαι, πᾶσιν φόβος ἔναυλος ἐγεγόνει.

Κλεινίας

πῶς δʼ οὔ;

Ἀθηναῖος

ἆρʼ οὐχ ἅσμενοι μὲν ἑαυτοὺς ἑώρων διʼ ὀλιγότητα ἐν τοῖς περὶ ἐκεῖνον τὸν χρόνον, πορεῖα δέ, ὥστʼ ἐπʼ ἀλλήλους τότε πορεύεσθαι κατὰ γῆν κατὰ θάλατταν, σὺν ταῖς τέχναις ὡς ἔπος εἰπεῖν πάντα σχεδὸν ἀπωλώλει; συμμίσγειν οὖν ἀλλήλοις οὐκ ἦν οἶμαι σφόδρα δυνατόν· σίδηρος γὰρ 678dκαὶ χαλκὸς καὶ πάντα τὰ μεταλλεῖα συγκεχυμένα ἠφάνιστο, ὥστε ἀπορία πᾶσα ἦν τοῦ ἀνακαθαίρεσθαι τὰ τοιαῦτα, δρυοτομίας τε εἶχον σπάνιν. εἰ γάρ πού τι καὶ περιγεγονὸς ἦν ὄργανον ἐν ὄρεσι, ταῦτα μὲν ταχὺ κατατριβέντα ἠφάνιστο, ἄλλα δὲ οὐκ ἔμελλεν γενήσεσθαι, πρὶν πάλιν τῶν μεταλλέων ἀφίκοιτο εἰς ἀνθρώπους τέχνη.

Κλεινίας

πῶς γὰρ ἄν;

Ἀθηναῖος

γενεαῖς δὴ πόσαις ὕστερον οἰόμεθα τοῦθʼ οὕτως γεγονέναι; 678e

Κλεινίας

δῆλον ὅτι παμπόλλαις τισίν.

Ἀθηναῖος

οὐκοῦν καὶ τέχναι, ὅσαιπερ σιδήρου δέονται καὶ χαλκοῦ καὶ τῶν τοιούτων ἁπάντων, τὸν αὐτὸν χρόνον καὶ ἔτι πλείονα ἠφανισμέναι ἂν εἶεν ἐν τῷ τότε;

Κλεινίας

τί μήν;

Ἀθηναῖος

καὶ τοίνυν στάσις ἅμα καὶ πόλεμος ἀπωλώλει κατὰ τὸν τότε χρόνον πολλαχῇ.

Κλεινίας

πῶς;

Ἀθηναῖος

πρῶτον μὲν ἠγάπων καὶ ἐφιλοφρονοῦντο ἀλλήλους διʼ ἐρημίαν, ἔπειτα οὐ περιμάχητος ἦν αὐτοῖς τροφή.



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 678a Pl. Leg. 678d (English) >>Pl. Leg. 679b

Powered by PhiloLogic