Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 679d Pl. Leg. 680b (English) >>Pl. Leg. 681a

680aνόμων τίς ποτʼ ἦν χρεία καὶ τίς ἦν νομοθέτης αὐτοῖς.

Κλεινίας

καὶ καλῶς γε εἴρηκας.

Ἀθηναῖος

ἆρʼ οὖν ἐκεῖνοι μὲν οὔτʼ ἐδέοντο νομοθετῶν οὔτε πω ἐφίλει κατὰ τούτους τοὺς χρόνους γίγνεσθαι τὸ τοιοῦτον; οὐδὲ γὰρ γράμματα ἔστι πω τοῖς ἐν τούτῳ τῷ μέρει τῆς περιόδου γεγονόσιν, ἀλλʼ ἔθεσι καὶ τοῖς λεγομένοις πατρίοις νόμοις ἑπόμενοι ζῶσιν.

Κλεινίας

εἰκὸς γοῦν.

Ἀθηναῖος

πολιτείας δέ γε ἤδη καὶ τρόπος ἐστίν τις οὗτος.

Κλεινίας

τίς; 680b

Ἀθηναῖος

δοκοῦσί μοι πάντες τὴν ἐν τούτῳ τῷ χρόνῳ πολιτείαν δυναστείαν καλεῖν, καὶ νῦν ἔτι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ κατὰ βαρβάρους ἐστίν· λέγει δʼ αὐτήν που καὶ Ὅμηρος γεγονέναι περὶ τὴν τῶν Κυκλώπων οἴκησιν, εἰπὼν τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
680c παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
Hom. Od. 9.112

Κλεινίας

ἔοικέν γε ποιητὴς ὑμῖν οὗτος γεγονέναι χαρίεις. καὶ γὰρ δὴ καὶ ἄλλα αὐτοῦ διεληλύθαμεν μάλʼ ἀστεῖα, οὐ μὴν πολλά γε· οὐ γὰρ σφόδρα χρώμεθα οἱ Κρῆτες τοῖς ξενικοῖς ποιήμασιν.

Μέγιλλος

ἡμεῖς δʼ αὖ χρώμεθα μέν, καὶ ἔοικέν γε κρατεῖν τῶν τοιούτων ποιητῶν, οὐ μέντοι Λακωνικόν γε ἀλλά τινα



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 679d Pl. Leg. 680b (English) >>Pl. Leg. 681a

Powered by PhiloLogic