Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 680b Pl. Leg. 681a (English) >>Pl. Leg. 681d

680dμᾶλλον Ἰωνικὸν βίον διεξέρχεται ἑκάστοτε. νῦν μὴν εὖ τῷ σῷ λόγῳ ἔοικε μαρτυρεῖν, τὸ ἀρχαῖον αὐτῶν ἐπὶ τὴν ἀγριότητα διὰ μυθολογίας ἐπανενεγκών.

Ἀθηναῖος

ναί· συμμαρτυρεῖ γάρ, καὶ λάβωμέν γε αὐτὸν μηνυτὴν ὅτι τοιαῦται πολιτεῖαι γίγνονταί ποτε.

Κλεινίας

καλῶς.

Ἀθηναῖος

μῶν οὖν οὐκ ἐκ τούτων τῶν κατὰ μίαν οἴκησιν καὶ κατὰ γένος διεσπαρμένων ὑπὸ ἀπορίας τῆς ἐν ταῖς φθοραῖς, 680eἐν αἷς τὸ πρεσβύτατον ἄρχει διὰ τὸ τὴν ἀρχὴν αὐτοῖς ἐκ πατρὸς καὶ μητρὸς γεγονέναι, οἷς ἑπόμενοι καθάπερ ὄρνιθες ἀγέλην μίαν ποιήσουσι, πατρονομούμενοι καὶ βασιλείαν πασῶν δικαιοτάτην βασιλευόμενοι;

Κλεινίας

πάνυ μὲν οὖν.

Ἀθηναῖος

μετὰ δὲ ταῦτά γε εἰς τὸ κοινὸν μείζους ποιοῦντες πόλεις πλείους συνέρχονται, καὶ ἐπὶ γεωργίας τὰς ἐν ταῖς 681aὑπωρείαις τρέπονται πρώτας, περιβόλους τε αἱμασιώδεις τινὰς τειχῶν ἐρύματα τῶν θηρίων ἕνεκα ποιοῦνται, μίαν οἰκίαν αὖ κοινὴν καὶ μεγάλην ἀποτελοῦντες.

Κλεινίας

τὸ γοῦν εἰκὸς ταῦθʼ οὕτως γίγνεσθαι.

Ἀθηναῖος

τί δέ; τόδε ἆρα οὐκ εἰκός;

Κλεινίας

τὸ ποῖον;

Ἀθηναῖος

τῶν οἰκήσεων τούτων μειζόνων αὐξανομένων ἐκ τῶν ἐλαττόνων καὶ πρώτων, ἑκάστην τῶν σμικρῶν παρεῖναι κατὰ γένος ἔχουσαν τόν τε πρεσβύτατον ἄρχοντα καὶ αὑτῆς 681bἔθη ἄττα ἴδια διὰ τὸ χωρὶς ἀλλήλων οἰκεῖν, ἕτερα ἀφʼ ἑτέρων ὄντων τῶν γεννητόρων τε καὶ θρεψάντων, εἰθίσθησαν περὶ θεούς τε καὶ ἑαυτούς, κοσμιωτέρων μὲν κοσμιώτερα καὶ ἀνδρικῶν ἀνδρικώτερα, καὶ κατὰ τρόπον οὕτως ἑκάστους τὰς αὑτῶν ἂν αἱρέσεις εἰς τοὺς παῖδας ἀποτυπουμένους καὶ παίδων παῖδας, λέγομεν, ἥκειν ἔχοντας ἰδίους νόμους εἰς τὴν μείζονα συνοικίαν.

Κλεινίας

πῶς γὰρ οὔ;



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 680b Pl. Leg. 681a (English) >>Pl. Leg. 681d

Powered by PhiloLogic