682bΚλεινίας
πάνυ μὲν οὖν.
Ἀθηναῖος
κατῳκίσθη δή, φαμέν, ἐκ τῶν ὑψηλῶν εἰς μέγα τε καὶ καλὸν πεδίον Ἴλιον, ἐπὶ λόφον τινὰ οὐχ ὑψηλὸν καὶ ἔχοντα ποταμοὺς πολλοὺς ἄνωθεν ἐκ τῆς Ἴδης ὡρμημένους.
Κλεινίας
φασὶ γοῦν.
Ἀθηναῖος
ἆρʼ οὖν οὐκ ἐν πολλοῖς τισι χρόνοις τοῖς μετὰ τὸν κατακλυσμὸν τοῦτο οἰόμεθα γεγονέναι;
Κλεινίας
πῶς δʼ οὐκ ἐν πολλοῖς;
Ἀθηναῖος
δεινὴ γοῦν ἔοικεν αὐτοῖς λήθη τότε παρεῖναι τῆς
682cνῦν λεγομένης φθορᾶς, ὅθʼ οὕτως ὑπὸ ποταμοὺς πολλοὺς καὶ ἐκ τῶν ὑψηλῶν ῥέοντας πόλιν ὑπέθεσαν, πιστεύσαντες οὐ σφόδρα ὑψηλοῖς τισιν λόφοις.Κλεινίας
δῆλον οὖν ὡς παντάπασί τι<να> μακρὸν ἀπεῖχον χρόνον τοῦ τοιούτου πάθους.
Ἀθηναῖος
καὶ ἄλλαι γε οἶμαι πόλεις τότε κατῴκουν ἤδη πολλαί, πληθυόντων τῶν ἀνθρώπων.
Κλεινίας
τί μήν;
Ἀθηναῖος
αἵ γέ που καὶ ἐπεστρατεύσαντο αὐτῇ, καὶ κατὰ θάλατταν δὲ ἴσως, ἀφόβως ἤδη πάντων χρωμένων τῇ θαλάττῃ.
682dΚλεινίας
φαίνεται.
Ἀθηναῖος
δέκα δʼ ἔτη που μείναντες Ἀχαιοὶ τὴν Τροίαν ἀνάστατον ἐποίησαν.
Κλεινίας
καὶ μάλα.
Ἀθηναῖος
οὐκοῦν ἐν τούτῳ τῷ χρόνῳ, ὄντι δεκέτει, ὃν τὸ Ἴλιον ἐπολιορκεῖτο, τὰ τῶν πολιορκούντων ἑκάστων οἴκοι κακὰ πολλὰ συνέβαινεν γιγνόμενα περὶ τὰς στάσεις τῶν νέων, οἳ καὶ ἀφικομένους τοὺς στρατιώτας εἰς τὰς αὑτῶν πόλεις τε καὶ οἰκίας οὐ καλῶς οὐδʼ ἐν δίκῃ ὑπεδέξαντο,