Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 684c Pl. Leg. 685a (English) >>Pl. Leg. 685d

684eλέγων μὴ κινεῖν τὰ ἀκίνητα, καὶ ἐπαρᾶται γῆς τε ἀναδασμοὺς εἰσηγούμενον καὶ χρεῶν ἀποκοπάς, ὥστʼ εἰς ἀπορίαν καθίστασθαι πάντʼ ἄνδρα. τοῖς δὲ δὴ Δωριεῦσι καὶ τοῦθʼ οὕτως ὑπῆρχεν καλῶς καὶ ἀνεμεσήτως, γῆν τε ἀναμφισβητήτως διανέμεσθαι, καὶ χρέα μεγάλα καὶ παλαιὰ οὐκ ἦν.

Μέγιλλος

ἀληθῆ.

Ἀθηναῖος

πῇ δή ποτε οὖν, ἄριστοι, κακῶς οὕτως αὐτοῖς ἐχώρησεν κατοίκισίς τε καὶ νομοθεσία; 685a

Μέγιλλος

πῶς δὴ καὶ τί μεμφόμενος αὐτῶν λέγεις;

Ἀθηναῖος

ὅτι τριῶν γενομένων τῶν οἰκήσεων τὰ δύο αὐτῶν μέρη ταχὺ τήν τε πολιτείαν καὶ τοὺς νόμους διέφθειρεν, τὸ δὲ ἓν μόνον ἔμεινεν, τὸ τῆς ὑμετέρας πόλεως.

Μέγιλλος

οὐ πάνυ ῥᾴδιον ἐρωτᾷς.

Ἀθηναῖος

ἀλλὰ μὴν δεῖ γε ἡμᾶς τοῦτο ἐν τῷ νῦν σκοποῦντας καὶ ἐξετάζοντας, περὶ νόμων παίζοντας παιδιὰν πρεσβυτικὴν σώφρονα, διελθεῖν τὴν ὁδὸν ἀλύπως, ὡς ἔφαμεν ἡνίκα 685bἠρχόμεθα πορεύεσθαι.

Μέγιλλος

τί μήν; καὶ ποιητέον γε ὡς λέγεις.

Ἀθηναῖος

τίνʼ οὖν ἂν σκέψιν καλλίω ποιησαίμεθα περὶ νόμων τούτων οἳ ταύτας διακεκοσμήκασιν; πόλεων περὶ τίνων εὐδοκιμωτέρων τε καὶ μειζόνων κατοικίσεων σκοποίμεθʼ ἄν;

Μέγιλλος

οὐ ῥᾴδιον ἀντὶ τούτων ἑτέρας λέγειν.

Ἀθηναῖος

οὐκοῦν ὅτι μὲν διενοοῦντό γε οἱ τότε τὴν κατασκευὴν ταύτην οὐ Πελοποννήσῳ μόνον ἔσεσθαι βοηθὸν



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 684c Pl. Leg. 685a (English) >>Pl. Leg. 685d

Powered by PhiloLogic