685dἡ τῆς Τροίας ἅλωσις τὸ δεύτερον ἐγεγόνει· τῆς ἀρχῆς γὰρ τῆς ἐκείνων ἦν μόριον. πρὸς δὴ ταῦτʼ ἦν πάντα ἡ τοῦ στρατοπέδου τοῦ τότε διανεμηθεῖσα εἰς τρεῖς πόλεις κατασκευὴ μία ὑπὸ βασιλέων ἀδελφῶν, παίδων Ἡρακλέους, καλῶς, ὡς ἐδόκει, ἀνηυρημένη καὶ κατακεκοσμημένη καὶ διαφερόντως τῆς ἐπὶ τὴν Τροίαν ἀφικομένης. πρῶτον μὲν γὰρ τοὺς Ἡρακλείδας τῶν Πελοπιδῶν ἀμείνους ἡγοῦντο ἀρχόντων ἄρχοντας ἔχειν, ἔπειτʼ αὖ τὸ στρατόπεδον τοῦτο
685eτοῦ ἐπὶ Τροίαν ἀφικομένου διαφέρειν πρὸς ἀρετήν· νενικηκέναι γὰρ τούτους, ἡττᾶσθαι δʼ ὑπὸ τούτων ἐκείνους, Ἀχαιοὺς ὄντας ὑπὸ Δωριῶν. ἆρʼ οὐχ οὕτως οἰόμεθα καί τινι διανοίᾳ ταύτῃ κατασκευάζεσθαι τοὺς τότε;Μέγιλλος
πάνυ μὲν οὖν.
Ἀθηναῖος
οὐκοῦν καὶ τὸ βεβαίως οἴεσθαι ταῦθʼ ἕξειν εἰκὸς
686aαὐτοὺς καὶ χρόνον τινʼ ἂν πολὺν μένειν, ἅτε κεκοινωνηκότας μὲν πολλῶν πόνων καὶ κινδύνων ἀλλήλοις, ὑπὸ γένους δὲ ἑνὸς τῶν βασιλέων ἀδελφῶν ὄντων διακεκοσμῆσθαι, πρὸς τούτοις δʼ ἔτι καὶ πολλοῖς μάντεσι κεχρημένους εἶναι τοῖς τε ἄλλοις καὶ τῷ Δελφικῷ Ἀπόλλωνι;Μέγιλλος
πῶς δʼ οὐκ εἰκός;
Ἀθηναῖος
ταῦτα δὴ τὰ μεγάλα οὕτως προσδοκώμενα διέπτατο, ὡς ἔοικε, τότε ταχύ, πλὴν ὅπερ εἴπομεν νυνδὴ σμικροῦ
686bμέρους τοῦ περὶ τὸν ὑμέτερον τόπον, καὶ τοῦτο δὴ πρὸς τὰ δύο μέρη πολεμοῦν οὐ πώποτε πέπαυται μέχρι τὰ νῦν· ἐπεὶ γενομένη γε ἡ τότε διάνοια καὶ συμφωνήσασα εἰς ἕν, ἀνυπόστατον ἄν τινα δύναμιν ἔσχε κατὰ πόλεμον.Μέγιλλος
πῶς γὰρ οὔ;
Ἀθηναῖος
πῶς οὖν καὶ πῇ διώλετο; ἆρʼ οὐκ ἄξιον ἐπισκοπεῖν τηλικοῦτον καὶ τοιοῦτον σύστημα ἥτις ποτὲ τύχη διέφθειρε;
Μέγιλλος
σχολῇ γὰρ οὖν δή τις ἂν ἄλλο σκοπῶν, ἢ νόμους