Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 689d Pl. Leg. 690b (English) >>Pl. Leg. 690e

690a

Ἀθηναῖος

εἶεν· ἀξιώματα δὲ δὴ τοῦ τε ἄρχειν καὶ ἄρχεσθαι ποῖά ἐστι καὶ πόσα, ἔν τε πόλεσιν μεγάλαις καὶ σμικραῖς ἔν τε οἰκίαις ὡσαύτως; ἆρʼ οὐχὶ ἓν μὲν τό τε πατρὸς καὶ μητρός; καὶ ὅλως γονέας ἐκγόνων ἄρχειν ἀξίωμα ὀρθὸν πανταχοῦ ἂν εἴη;

Κλεινίας

καὶ μάλα.

Ἀθηναῖος

τούτῳ δέ γε ἑπόμενον γενναίους ἀγεννῶν ἄρχειν· καὶ τρίτον ἔτι τούτοις συνέπεται τὸ πρεσβυτέρους μὲν ἄρχειν δεῖν, νεωτέρους δὲ ἄρχεσθαι.

Κλεινίας

τί μήν; 690b

Ἀθηναῖος

τέταρτον δʼ αὖ δούλους μὲν ἄρχεσθαι, δεσπότας δὲ ἄρχειν.

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

πέμπτον γε οἶμαι τὸ κρείττονα μὲν ἄρχειν, τὸν ἥττω δὲ ἄρχεσθαι.

Κλεινίας

μάλα γε ἀναγκαῖον ἀρχὴν εἴρηκας.

Ἀθηναῖος

καὶ πλείστην γε ἐν σύμπασιν τοῖς ζῴοις οὖσαν καὶ κατὰ φύσιν, ὡς Θηβαῖος ἔφη ποτὲ Πίνδαρος. τὸ δὲ μέγιστον, ὡς ἔοικεν, ἀξίωμα ἕκτον ἂν γίγνοιτο, ἕπεσθαι μὲν τὸν ἀνεπιστήμονα κελεῦον, τὸν δὲ φρονοῦντα ἡγεῖσθαί τε καὶ 690cἄρχειν. καίτοι τοῦτό γε, Πίνδαρε σοφώτατε, σχεδὸν οὐκ ἂν παρὰ φύσιν ἔγωγε φαίην γίγνεσθαι, κατὰ φύσιν δέ, τὴν τοῦ νόμου ἑκόντων ἀρχὴν ἀλλʼ οὐ βίαιον πεφυκυῖαν.

Κλεινίας

ὀρθότατα λέγεις.

Ἀθηναῖος

θεοφιλῆ δέ γε καὶ εὐτυχῆ τινα λέγοντες ἑβδόμην ἀρχήν, εἰς κλῆρόν τινα προάγομεν, καὶ λαχόντα μὲν ἄρχειν, δυσκληροῦντα δὲ ἀπιόντα ἄρχεσθαι τὸ δικαιότατον εἶναί φαμεν.

Κλεινίας

ἀληθέστατα λέγεις.



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 689d Pl. Leg. 690b (English) >>Pl. Leg. 690e

Powered by PhiloLogic