691bἈθηναῖος
εἶεν· τί δὴ τὸν νομοθέτην ἔδει τότε τιθέντα εὐλαβηθῆναι τούτου περὶ τοῦ πάθους τῆς γενέσεως; ἆρʼ ὦ πρὸς θεῶν νῦν μὲν οὐδὲν σοφὸν γνῶναι τοῦτο οὐδʼ εἰπεῖν χαλεπόν, εἰ δὲ προϊδεῖν ἦν τότε, σοφώτερος ἂν ἦν ἡμῶν ὁ προϊδών;
Μέγιλλος
τὸ ποῖον δὴ λέγεις;
Ἀθηναῖος
εἰς τὸ γεγονὸς παρʼ ὑμῖν, ὦ Μέγιλλε, ἔστιν νῦν γε κατιδόντα γνῶναι, καὶ γνόντα εἰπεῖν ῥᾴδιον, ὃ τότε ἔδει γίγνεσθαι.
Μέγιλλος
σαφέστερον ἔτι λέγε.
Ἀθηναῖος
τὸ τοίνυν σαφέστατον ἂν εἴη τὸ τοιόνδε.
Μέγιλλος
τὸ ποῖον;
691cἈθηναῖος
ἐάν τις μείζονα διδῷ τοῖς ἐλάττοσι δύναμιν παρεὶς τὸ μέτριον, πλοίοις τε ἱστία καὶ σώμασιν τροφὴν καὶ ψυχαῖς ἀρχάς, ἀνατρέπεταί που πάντα, καὶ ἐξυβρίζοντα τὰ μὲν εἰς νόσους θεῖ, τὰ δʼ εἰς ἔκγονον ὕβρεως ἀδικίαν. τί οὖν δή ποτε λέγομεν; ἆρά γε τὸ τοιόνδε, ὡς οὐκ ἔστʼ, ὦ φίλοι ἄνδρες, θνητῆς ψυχῆς φύσις ἥτις ποτὲ δυνήσεται τὴν μεγίστην ἐν ἀνθρώποις ἀρχὴν φέρειν νέα καὶ ἀνυπεύθυνος,
691dὥστε μὴ τῆς μεγίστης νόσου ἀνοίας πληρωθεῖσα αὑτῆς τὴν διάνοιαν, μῖσος ἔχειν πρὸς τῶν ἐγγύτατα φίλων, ὃ γενόμενον ταχὺ διέφθειρεν αὐτὴν καὶ πᾶσαν τὴν δύναμιν ἠφάνισεν αὐτῆς; τοῦτʼ οὖν εὐλαβηθῆναι γνόντας τὸ μέτριον μεγάλων νομοθετῶν. ὡς οὖν δὴ τότε γενόμενον, νῦν ἔστιν μετριώτατα τοπάσαι· τὸ δʼ ἔοικεν εἶναι—Μέγιλλος
τὸ ποῖον;
Ἀθηναῖος
θεὸς εἶναι κηδόμενος ὑμῶν τις, ὃς τὰ μέλλοντα προορῶν, δίδυμον ὑμῖν φυτεύσας τὴν τῶν βασιλέων γένεσιν