Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 693e Pl. Leg. 694c (English) >>Pl. Leg. 695b

694bκαὶ προθύμους αὑτοὺς ἐν τοῖς κινδύνοις παρείχοντο· καὶ εἴ τις αὖ φρόνιμος ἦν ἐν αὐτοῖς καὶ βουλεύειν δυνατός, οὐ φθονεροῦ τοῦ βασιλέως ὄντος, διδόντος δὲ παρρησίαν καὶ τιμῶντος τοὺς εἴς τι δυναμένους συμβουλεύειν, κοινὴν τὴν τοῦ φρονεῖν εἰς τὸ μέσον παρείχετο δύναμιν, καὶ πάντα δὴ τότε ἐπέδωκεν αὐτοῖς διʼ ἐλευθερίαν τε καὶ φιλίαν καὶ νοῦ κοινωνίαν.

Κλεινίας

ἔοικέν γέ πως τὰ λεγόμενα οὕτω γεγονέναι. 694c

Ἀθηναῖος

πῇ δὴ οὖν ποτε ἀπώλετο ἐπὶ Καμβύσου καὶ πάλιν ἐπὶ Δαρείου σχεδὸν ἐσώθη; βούλεσθε οἷον μαντείᾳ διανοηθέντες χρώμεθα;

Κλεινίας

φέρει γοῦν ἡμῖν σκέψιν τοῦτο ἐφʼ ὅπερ ὡρμήκαμεν.

Ἀθηναῖος

μαντεύομαι δὴ νῦν περί γε Κύρου, τὰ μὲν ἄλλʼ αὐτὸν στρατηγόν τε ἀγαθὸν εἶναι καὶ φιλόπολιν, παιδείας δὲ ὀρθῆς οὐχ ἧφθαι τὸ παράπαν, οἰκονομίᾳ τε οὐδὲν τὸν νοῦν προσεσχηκέναι.

Κλεινίας

πῶς δὴ τὸ τοιοῦτον φῶμεν; 694d

Ἀθηναῖος

ἔοικεν ἐκ νέου στρατεύεσθαι διὰ βίου, ταῖς γυναιξὶν παραδοὺς τοὺς παῖδας τρέφειν. αἱ δὲ ὡς εὐδαίμονας αὐτοὺς ἐκ τῶν παίδων εὐθὺς καὶ μακαρίους ἤδη γεγονότας καὶ ἐπιδεεῖς ὄντας τούτων οὐδενὸς ἔτρεφον· κωλύουσαι δὲ ὡς οὖσιν ἱκανῶς εὐδαίμοσιν μήτε αὐτοῖς ἐναντιοῦσθαι μηδένα εἰς μηδέν, ἐπαινεῖν τε ἀναγκάζουσαι πάντας τὸ λεγόμενον πραττόμενον ὑπʼ αὐτῶν, ἔθρεψαν τοιούτους τινάς.

Κλεινίας

καλήν, ὡς ἔοικας, τροφὴν εἴρηκας.



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 693e Pl. Leg. 694c (English) >>Pl. Leg. 695b

Powered by PhiloLogic