694cἈθηναῖος
πῇ δὴ οὖν ποτε ἀπώλετο ἐπὶ Καμβύσου καὶ πάλιν ἐπὶ Δαρείου σχεδὸν ἐσώθη; βούλεσθε οἷον μαντείᾳ διανοηθέντες χρώμεθα;
Κλεινίας
φέρει γοῦν ἡμῖν σκέψιν τοῦτο ἐφʼ ὅπερ ὡρμήκαμεν.
Ἀθηναῖος
μαντεύομαι δὴ νῦν περί γε Κύρου, τὰ μὲν ἄλλʼ αὐτὸν στρατηγόν τε ἀγαθὸν εἶναι καὶ φιλόπολιν, παιδείας δὲ ὀρθῆς οὐχ ἧφθαι τὸ παράπαν, οἰκονομίᾳ τε οὐδὲν τὸν νοῦν προσεσχηκέναι.
Κλεινίας
πῶς δὴ τὸ τοιοῦτον φῶμεν;
694dἈθηναῖος
ἔοικεν ἐκ νέου στρατεύεσθαι διὰ βίου, ταῖς γυναιξὶν παραδοὺς τοὺς παῖδας τρέφειν. αἱ δὲ ὡς εὐδαίμονας αὐτοὺς ἐκ τῶν παίδων εὐθὺς καὶ μακαρίους ἤδη γεγονότας καὶ ἐπιδεεῖς ὄντας τούτων οὐδενὸς ἔτρεφον· κωλύουσαι δὲ ὡς οὖσιν ἱκανῶς εὐδαίμοσιν μήτε αὐτοῖς ἐναντιοῦσθαι μηδένα εἰς μηδέν, ἐπαινεῖν τε ἀναγκάζουσαι πάντας τὸ λεγόμενον ἢ πραττόμενον ὑπʼ αὐτῶν, ἔθρεψαν τοιούτους τινάς.
Κλεινίας
καλήν, ὡς ἔοικας, τροφὴν εἴρηκας.
694eἈθηναῖος
γυναικείαν μὲν οὖν βασιλίδων γυναικῶν νεωστὶ γεγονυιῶν πλουσίων, καὶ ἐν ἀνδρῶν ἐρημίᾳ, διὰ τὸ μὴ σχολάζειν ὑπὸ πολέμων καὶ πολλῶν κινδύνων, τοὺς παῖδας τρεφουσῶν.
Κλεινίας
ἔχει γὰρ λόγον.
Ἀθηναῖος
ὁ δὲ πατήρ γε αὐτοῖς αὖ ποίμνια μὲν καὶ πρόβατα καὶ ἀγέλας ἀνδρῶν τε καὶ ἄλλων πολλῶν πολλὰς ἐκτᾶτο,
695aαὐτοὺς δὲ οἷς ταῦτα παραδώσειν ἔμελλεν ἠγνόει τὴν πατρῴαν οὐ παιδευομένους τέχνην, οὖσαν Περσικήν—ποιμένων ὄντων Περσῶν, τραχείας χώρας ἐκγόνων—σκληρὰν καὶ ἱκανὴν ποιμένας ἀπεργάζεσθαι μάλα ἰσχυροὺς καὶ δυναμένους θυραυλεῖν καὶ ἀγρυπνεῖν καὶ εἰ στρατεύεσθαι δέοι στρατεύεσθαι· διεφθαρμένην δὲ παιδείαν ὑπὸ τῆς λεγομένης εὐδαιμονίας τὴν Μηδικὴν περιεῖδεν ὑπὸ γυναικῶν τε καὶ εὐνούχων παιδευθέντας