Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 706b Pl. Leg. 707a (English) >>Pl. Leg. 707d

706dμυρίων, ἀλλὰ τοὐναντίον· ἔθη γὰρ πονηρὰ οὐδέποτε ἐθίζειν δεῖ, καὶ ταῦτα τὸ τῶν πολιτῶν βέλτιστον μέρος. ἦν δέ που τοῦτό γε καὶ παρʼ Ὁμήρου λαβεῖν, ὅτι τὸ ἐπιτήδευμα ἦν τὸ τοιοῦτον οὐ καλόν. Ὀδυσσεὺς γὰρ αὐτῷ λοιδορεῖ τὸν Ἀγαμέμνονα, τῶν Ἀχαιῶν τότε ὑπὸ τῶν Τρώων κατεχομένων τῇ μάχῃ, κελεύοντα τὰς ναῦς εἰς τὴν θάλατταν καθέλκειν, δὲ χαλεπαίνει τε αὐτῷ καὶ λέγει706e ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀυτῆς
νῆας ἐυσέλμους ἅλαδʼ ἕλκειν, ὄφρʼ ἔτι μᾶλλον
Τρωσὶ μὲν εὐκτὰ γένηται ἐελδομένοισί περ ἔμπης,
ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ· οὐ γὰρ Ἀχαιοί
σχήσουσιν πολέμου νηῶν ἅλαδʼ ἑλκομενάων,
ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης·
707a ἔνθα κε σὴ βουλὴ δηλήσεται, οἷʼ ἀγορεύεις.
Hom. Il. 14.96
ταῦτʼ οὖν ἐγίγνωσκε καὶ ἐκεῖνος, ὅτι κακὸν ἐν θαλάττῃ τριήρεις ὁπλίταις παρεστῶσαι μαχομένοις· καὶ λέοντες ἂν ἐλάφους ἐθισθεῖεν φεύγειν τοιούτοις ἔθεσι χρώμενοι. πρὸς δὲ τούτοις αἱ διὰ τὰ ναυτικὰ πόλεων δυνάμεις ἅμα σωτηρίᾳ τιμὰς οὐ τῷ καλλίστῳ τῶν πολεμικῶν ἀποδιδόασιν· διὰ κυβερνητικῆς γὰρ καὶ πεντηκονταρχίας καὶ ἐρετικῆς, καὶ
707bπαντοδαπῶν καὶ οὐ πάνυ σπουδαίων ἀνθρώπων γιγνομένης, τὰς τιμὰς ἑκάστοις οὐκ ἂν δύναιτο ὀρθῶς ἀποδιδόναι τις. καίτοι πῶς ἂν ἔτι πολιτεία γίγνοιτο ὀρθὴ τούτου στερομένη;

Κλεινίας

σχεδὸν ἀδύνατον. ἀλλὰ μήν, ξένε, τήν γε περὶ Σαλαμῖνα ναυμαχίαν τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους γενομένην ἡμεῖς γε οἱ Κρῆτες τὴν Ἑλλάδα φαμὲν σῶσαι.

Ἀθηναῖος

καὶ γὰρ οἱ πολλοὶ τῶν Ἑλλήνων τε καὶ βαρβάρων



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 706b Pl. Leg. 707a (English) >>Pl. Leg. 707d

Powered by PhiloLogic