708dκαὶ νομοθετοῦντι καὶ δυσπειθὲς γίγνεται· τὸ δʼ αὖ παντοδαπὸν ἐς ταὐτὸν συνερρυηκὸς γένος ὑπακοῦσαι μέν τινων νόμων καινῶν τάχα ἂν ἐθελήσειε μᾶλλον, τὸ δὲ συμπνεῦσαι, καὶ καθάπερ ἵππων ζεῦγος καθʼ ἕνα εἰς ταὐτόν, τὸ λεγόμενον, συμφυσῆσαι, χρόνου πολλοῦ καὶ παγχάλεπον. ἀλλʼ ὄντως ἐστὶν νομοθεσία καὶ πόλεων οἰκισμοὶ πάντων τελεώτατον πρὸς ἀρετὴν ἀνδρῶν.Κλεινίας
εἰκός· ὅπῃ δʼ αὖ βλέπων τοῦτʼ εἴρηκας, φράζʼ ἔτι σαφέστερον.
708eἈθηναῖος
ὠγαθέ, ἔοικα περὶ νομοθετῶν ἐπανιὼν καὶ σκοπῶν ἅμα ἐρεῖν τι καὶ φαῦλον· ἀλλʼ ἐὰν πρὸς καιρόν τινα λέγωμεν, πρᾶγμʼ οὐδὲν γίγνοιτʼ ἂν ἔτι. καίτοι τί ποτε δυσχεραίνω; σχεδὸν γάρ τοι πάντα οὕτως ἔοικʼ ἔχειν τὰ ἀνθρώπινα.
Κλεινίας
τοῦ δὴ πέρι λέγεις;
709aἈθηναῖος
ἔμελλον λέγειν ὡς οὐδείς ποτε ἀνθρώπων οὐδὲν νομοθετεῖ, τύχαι δὲ καὶ συμφοραὶ παντοῖαι πίπτουσαι παντοίως νομοθετοῦσι τὰ πάντα ἡμῖν. ἢ γὰρ πόλεμός τις βιασάμενος ἀνέτρεψε πολιτείας καὶ μετέβαλε νόμους, ἢ πενίας χαλεπῆς ἀπορία· πολλὰ δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν, λοιμῶν τε ἐμπιπτόντων, καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρίαι. ταῦτα δὴ πάντα προϊδών τις ᾄξειεν ἂν εἰπεῖν ὅπερ ἐγὼ νυνδή, τὸ θνητὸν
709bμὲν μηδένα νομοθετεῖν μηδέν, τύχας δʼ εἶναι σχεδὸν ἅπαντα τὰ ἀνθρώπινα πράγματα· τὸ δʼ ἔστιν περί τε ναυτιλίαν καὶ κυβερνητικὴν καὶ ἰατρικὴν καὶ στρατηγικὴν πάντα ταῦτʼ εἰπόντα δοκεῖν εὖ λέγειν, ἀλλὰ γὰρ ὁμοίως αὖ καὶ τόδε ἔστιν λέγοντα εὖ λέγειν ἐν τοῖς αὐτοῖς τούτοις.Κλεινίας
τὸ ποῖον;
Ἀθηναῖος
ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρός, τἀνθρώπινα διακυβερνῶσι σύμπαντα. ἡμερώτερον μὴν τρίτον