711aοὗ δʼ ἂν τοῦτο ἀριθμῷ μὲν βραχύτατον, ἰσχυρότατον δέ, καθάπερ ἐν τυραννίδι, γένηται, ταύτῃ καὶ τότε τάχος καὶ ῥᾳστώνη τῆς μεταβολῆς γίγνεσθαι φιλεῖ.Κλεινίας
πῶς; οὐ γὰρ μανθάνομεν.
Ἀθηναῖος
καὶ μὴν εἴρηταί γʼ ἡμῖν οὐχ ἅπαξ ἀλλʼ οἶμαι πολλάκις· ὑμεῖς δὲ τάχα οὐδὲ τεθέασθε τυραννουμένην πόλιν.
Κλεινίας
οὐδέ γε ἐπιθυμητὴς ἔγωγʼ εἰμὶ τοῦ θεάματος.
711bἈθηναῖος
καὶ μὴν τοῦτό γʼ ἂν ἴδοις ἐν αὐτῇ τὸ νυνδὴ λεγόμενον.
Κλεινίας
τὸ ποῖον;
Ἀθηναῖος
οὐδὲν δεῖ πόνων οὐδέ τινος παμπόλλου χρόνου τῷ τυράννῳ μεταβαλεῖν βουληθέντι πόλεως ἤθη, πορεύεσθαι δὲ αὐτὸν δεῖ πρῶτον ταύτῃ, ὅπῃπερ ἂν ἐθελήσῃ, ἐάντε πρὸς ἀρετῆς ἐπιτηδεύματα, προτρέπεσθαι τοὺς πολίτας, ἐάντε ἐπὶ τοὐναντίον, αὐτὸν πρῶτον πάντα ὑπογράφοντα τῷ πράττειν,
711cτὰ μὲν ἐπαινοῦντα καὶ τιμῶντα, τὰ δʼ αὖ πρὸς ψόγον ἄγοντα, καὶ τὸν μὴ πειθόμενον ἀτιμάζοντα καθʼ ἑκάστας τῶν πράξεων.Κλεινίας
καὶ πῶς οἰόμεθα ταχὺ συνακολουθήσειν τοὺς ἄλλους πολίτας τῷ τὴν τοιαύτην πειθὼ καὶ ἅμα βίαν εἰληφότι;
Ἀθηναῖος
μηδεὶς ἡμᾶς πειθέτω, ὦ φίλοι, ἄλλῃ θᾶττον καὶ ῥᾷον μεταβάλλειν ἄν ποτε πόλιν τοὺς νόμους ἢ τῇ τῶν δυναστευόντων ἡγεμονίᾳ, μηδὲ νῦν γε ἄλλῃ γίγνεσθαι μηδʼ αὖθίς ποτε γενήσεσθαι. καὶ γὰρ οὖν ἡμῖν οὐ τοῦτʼ ἐστὶν