713aδεσποζομένων τε καὶ δουλευουσῶν μέρεσιν ἑαυτῶν τισι, τὸ τοῦ δεσπότου δὲ ἑκάστη προσαγορεύεται κράτος. χρῆν δʼ εἴπερ του τοιούτου τὴν πόλιν ἔδει ἐπονομάζεσθαι, τὸ τοῦ ἀληθῶς τῶν τὸν νοῦν ἐχόντων δεσπόζοντος θεοῦ ὄνομα λέγεσθαι.Κλεινίας
τίς δʼ ὁ θεός;
Ἀθηναῖος
ἆρʼ οὖν μύθῳ σμικρά γʼ ἔτι προσχρηστέον, εἰ μέλλομεν ἐμμελῶς πως δηλῶσαι τὸ νῦν ἐρωτώμενον;
Κλεινίας
οὐκοῦν χρὴ ταύτῃ δρᾶν;
Ἀθηναῖος
πάνυ μὲν οὖν. τῶν γὰρ δὴ πόλεων ὧν ἔμπροσθε
713bτὰς συνοικήσεις διήλθομεν, ἔτι προτέρα τούτων πάμπολυ λέγεταί τις ἀρχή τε καὶ οἴκησις γεγονέναι ἐπὶ Κρόνου μάλʼ εὐδαίμων, ἧς μίμημα ἔχουσά ἐστιν ἥτις τῶν νῦν ἄριστα οἰκεῖται.Κλεινίας
σφόδρʼ ἄν, ὡς ἔοικʼ, εἴη περὶ αὐτῆς δέον ἀκούειν.
Ἀθηναῖος
ἐμοὶ γοῦν φαίνεται· διὸ καὶ παρήγαγον αὐτὴν εἰς τὸ μέσον τοῖς λόγοις.
Κλεινίας
ὀρθότατά γε δρῶν· καὶ τόν γε ἑξῆς περαίνων ἂν
713cμῦθον, εἴπερ προσήκων ἐστίν, μάλʼ ὀρθῶς ἂν ποιοίης.Ἀθηναῖος
δραστέον ὡς λέγετε. φήμην τοίνυν παραδεδέγμεθα τῆς τῶν τότε μακαρίας ζωῆς ὡς ἄφθονά τε καὶ αὐτόματα πάντʼ εἶχεν. ἡ δὲ τούτων αἰτία λέγεται τοιάδε τις. γιγνώσκων ὁ Κρόνος ἄρα, καθάπερ ἡμεῖς διεληλύθαμεν, ὡς ἀνθρωπεία φύσις οὐδεμία ἱκανὴ τὰ ἀνθρώπινα διοικοῦσα αὐτοκράτωρ πάντα, μὴ οὐχ ὕβρεώς τε καὶ ἀδικίας μεστοῦσθαι, ταῦτʼ οὖν διανοούμενος ἐφίστη τότε βασιλέας τε καὶ