Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 714b Pl. Leg. 714e (English) >>Pl. Leg. 715c

714d

Ἀθηναῖος

ἆρʼ οὖν οἴει, φασίν, ποτὲ δῆμον νικήσαντα, τινα πολιτείαν ἄλλην, καὶ τύραννον, θήσεσθαι ἑκόντα πρὸς ἄλλο τι πρῶτον νόμους τὸ συμφέρον ἑαυτῷ τῆς ἀρχῆς τοῦ μένειν;

Κλεινίας

πῶς γὰρ ἄν;

Ἀθηναῖος

οὐκοῦν καὶ ὃς ἂν ταῦτα τὰ τεθέντα παραβαίνῃ, κολάσει θέμενος ὡς ἀδικοῦντα, δίκαια εἶναι ταῦτʼ ἐπονομάζων;

Κλεινίας

ἔοικε γοῦν.

Ἀθηναῖος

ταῦτʼ ἄρʼ ἀεὶ καὶ οὕτω καὶ ταύτῃ τὸ δίκαιον ἂν ἔχοι.

Κλεινίας

φησὶ γοῦν οὗτος λόγος.

Ἀθηναῖος

ἔστι γὰρ τοῦτο ἓν ἐκείνων τῶν ἀξιωμάτων 714eἀρχῆς πέρι.

Κλεινίας

ποίων δή;

Ἀθηναῖος

τῶν τότε ἐπεσκοποῦμεν, τίνας τίνων ἄρχειν δεῖ. καὶ ἐφάνη δὴ γονέας μὲν ἐκγόνων, νεωτέρων δὲ πρεσβυτέρους, γενναίους δὲ ἀγεννῶν, καὶ σύχνʼ ἄττα ἦν ἄλλʼ, εἰ μεμνήμεθα, καὶ ἐμπόδια ἕτερα ἑτέροισι· καὶ δὴ καὶ ἓν ἦν 715aαὐτῶν τοῦτο, καὶ ἔφαμέν που κατὰ φύσιν τὸν Πίνδαρον ἄγειν δικαιοῦντα τὸ βιαιότατον, ὡς φάναι.

Κλεινίας

ναί, ταῦτʼ ἦν τότε ἐλέχθη.

Ἀθηναῖος

σκόπει δὴ ποτέροις τισὶν πόλις ἡμῖν ἐστιν παραδοτέα. γέγονεν γὰρ δὴ μυριάκις ἤδη τὸ τοιοῦτον ἔν τισι πόλεσιν.

Κλεινίας

τὸ ποῖον;

Ἀθηναῖος

ἀρχῶν περιμαχήτων γενομένων, οἱ νικήσαντες τά τε πράγματα κατὰ τὴν πόλιν οὕτως ἐσφετέρισαν σφόδρα, ὥστε ἀρχῆς μηδʼ ὁτιοῦν μεταδιδόναι τοῖς ἡττηθεῖσιν, μήτε αὐτοῖς μήτε ἐκγόνοις, παραφυλάττοντες δὲ ἀλλήλους ζῶσιν,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 714b Pl. Leg. 714e (English) >>Pl. Leg. 715c

Powered by PhiloLogic