Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 715b Pl. Leg. 716a (English) >>Pl. Leg. 716c

715dοὔτι καινοτομίας ὀνομάτων ἕνεκα, ἀλλʼ ἡγοῦμαι παντὸς μᾶλλον εἶναι παρὰ τοῦτο σωτηρίαν τε πόλει καὶ τοὐναντίον. ἐν μὲν γὰρ ἂν ἀρχόμενος καὶ ἄκυρος νόμος, φθορὰν ὁρῶ τῇ τοιαύτῃ ἑτοίμην οὖσαν· ἐν δὲ ἂν δεσπότης τῶν ἀρχόντων, οἱ δὲ ἄρχοντες δοῦλοι τοῦ νόμου, σωτηρίαν καὶ πάντα ὅσα θεοὶ πόλεσιν ἔδοσαν ἀγαθὰ γιγνόμενα καθορῶ.

Κλεινίας

ναὶ μὰ Δία, ξένε· καθʼ ἡλικίαν γὰρ ὀξὺ βλέπεις.

Ἀθηναῖος

νέος μὲν γὰρ ὢν πᾶς ἄνθρωπος τὰ τοιαῦτα ἀμβλύτατα 715eαὐτὸς αὑτοῦ ὁρᾷ, γέρων δὲ ὀξύτατα.

Κλεινίας

ἀληθέστατα.

Ἀθηναῖος

τί δὴ τὸ μετὰ ταῦτα; ἆρʼ οὐχ ἥκοντας μὲν καὶ παρόντας θῶμεν τοὺς ἐποίκους, τὸν δʼ ἑξῆς αὐτοῖς διαπεραντέον ἂν εἴη λόγον;

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

ἄνδρεςτοίνυν φῶμεν πρὸς αὐτούς, “ μὲν δὴ θεός, ὥσπερ καὶ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ 716aμέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δὲ ἀεὶ συνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος συνέπεται ταπεινὸς καὶ κεκοσμημένος, δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, χρήμασιν ἐπαιρόμενος τιμαῖς, καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθʼ ὕβρεως, ὡς οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 715b Pl. Leg. 716a (English) >>Pl. Leg. 716c

Powered by PhiloLogic