Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 719c Pl. Leg. 720a (English) >>Pl. Leg. 720d

719eἂν τάφον ἐπαινοίην, φειδωλὸς δʼ αὖ τις καὶ πένης ἀνὴρ τὸν καταδεᾶ, μέτρον δὲ οὐσίας κεκτημένος καὶ μέτριος αὐτὸς ὢν τὸν αὐτὸν ἂν ἐπαινέσαι. σοὶ δὲ οὐχ οὕτω ῥητέον ὡς νῦν εἶπες μέτριον εἰπών, ἀλλὰ τί τὸ μέτριον καὶ ὁπόσον ῥητέον, τὸν τοιοῦτον λόγον μήπω σοι διανοοῦ γίγνεσθαι νόμον”.

Κλεινίας

ἀληθέστατα λέγεις.

Ἀθηναῖος

πότερον οὖν ἡμῖν τεταγμένος ἐπὶ τοῖς νόμοις μηδὲν τοιοῦτον προαγορεύῃ ἐν ἀρχῇ τῶν νόμων, ἀλλʼ εὐθὺς δεῖ ποιεῖν καὶ μὴ φράζῃ τε, καὶ ἐπαπειλήσας τὴν ζημίαν, ἐπʼ 720aἄλλον τρέπηται νόμον, παραμυθίας δὲ καὶ πειθοῦς τοῖς νομοθετουμένοις μηδὲ ἓν προσδιδῷ; καθάπερ ἰατρὸς δέ τις, μὲν οὕτως, δʼ ἐκείνως ἡμᾶς εἴωθεν ἑκάστοτε θεραπεύεινἀναμιμνῃσκώμεθα δὲ τὸν τρόπον ἑκάτερον, ἵνα τοῦ νομοθέτου δεώμεθα, καθάπερ ἰατροῦ δέοιντο ἂν παῖδες τὸν πρᾳότατον αὐτὸν θεραπεύειν τρόπον ἑαυτούς. οἷον δὴ τί λέγομεν; εἰσὶν πού τινες ἰατροί, φαμέν, καί τινες ὑπηρέται τῶν ἰατρῶν, ἰατροὺς δὲ καλοῦμεν δήπου καὶ τούτους. 720b

Κλεινίας

πάνυ μὲν οὖν.

Ἀθηναῖος

ἐάντε γε ἐλεύθεροι ὦσιν ἐάντε δοῦλοι, κατʼ ἐπίταξιν δὲ τῶν δεσποτῶν καὶ θεωρίαν καὶ κατʼ ἐμπειρίαν τὴν τέχνην κτῶνται, κατὰ φύσιν δὲ μή, καθάπερ οἱ ἐλεύθεροι αὐτοί τε μεμαθήκασιν οὕτω τούς τε αὑτῶν διδάσκουσι παῖδας. θείης ἂν ταῦτα δύο γένη τῶν καλουμένων ἰατρῶν;

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

ἆρʼ οὖν καὶ συννοεῖς ὅτι, δούλων καὶ ἐλευθέρων



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 719c Pl. Leg. 720a (English) >>Pl. Leg. 720d

Powered by PhiloLogic