Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 742e Pl. Leg. 743c (English) >>Pl. Leg. 744a

743bἐλάττονα· οὔκουν ποτὲ ἂν τῶν ἐκ διπλασίων μὲν κτημάτων, ἡμίσεων δὲ ἀναλωμάτων τὰ ἐναντία τούτων πράττων γένοιτʼ ἂν πλουσιώτερος. ἔστιν δὲ μὲν ἀγαθὸς τούτων, δὲ οὐ κακὸς ὅταν φειδωλός, τοτὲ δέ ποτε καὶ πάγκακος, ἀγαθὸς δέ, ὅπερ εἴρηται τὰ νῦν, οὐδέποτε. μὲν γὰρ δικαίως καὶ ἀδίκως λαμβάνων καὶ μήτε δικαίως μήτε ἀδίκως ἀναλίσκων πλούσιος, ὅταν καὶ φειδωλὸς , δὲ πάγκακος, ὡς τὰ πολλὰ ὢν ἄσωτος, μάλα πένης· δὲ ἀναλίσκων τε 743cεἰς τὰ καλὰ καὶ κτώμενος ἐκ τῶν δικαίων μόνον οὔτʼ ἂν διαφέρων πλούτῳ ῥᾳδίως ἄν ποτε γένοιτο οὐδʼ αὖ σφόδρα πένης. ὥστε λόγος ἡμῖν ὀρθός, ὡς οὐκ εἰσὶν οἱ παμπλούσιοι ἀγαθοί· εἰ δὲ μὴ ἀγαθοί, οὐδὲ εὐδαίμονες.

ἡμῖν δὲ τῶν νόμων ὑπόθεσις ἐνταῦθα ἔβλεπεν, ὅπως ὡς εὐδαιμονέστατοι ἔσονται καὶ ὅτι μάλιστα ἀλλήλοις φίλοι· εἶεν δὲ οὐκ ἄν ποτε πολῖται φίλοι, ὅπου πολλαὶ μὲν δίκαι 743dἐν ἀλλήλοις εἶεν, πολλαὶ δὲ ἀδικίαι, ἀλλʼ ὅπου ὡς ὅτι σμικρόταται καὶ ὀλίγισται. λέγομεν δὴ μήτε χρυσὸν δεῖν μήτε ἄργυρον ἐν τῇ πόλει, μήτε αὖ χρηματισμὸν πολὺν διὰ βαναυσίας καὶ τόκων μηδὲ βοσκημάτων αἰσχρῶν, ἀλλʼ ὅσα γεωργία δίδωσι καὶ φέρει, καὶ τούτων ὁπόσα μὴ χρηματιζόμενον ἀναγκάσειεν ἀμελεῖν ὧν ἕνεκα πέφυκε τὰ χρήματα· ταῦτα δʼ ἐστὶ ψυχὴ καὶ σῶμα, χωρὶς γυμναστικῆς καὶ



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 742e Pl. Leg. 743c (English) >>Pl. Leg. 744a

Powered by PhiloLogic