Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 752c Pl. Leg. 753a (English) >>Pl. Leg. 753d

752eκαὶ βραχύτερον ἔργον, νομοφύλακας δʼ ἡμῖν πρώτους αἱρεῖσθαι ἀναγκαιότατον ἁπάσῃ σπουδῇ.

Κλεινίας

τίνα οὖν ἐπὶ τούτῳ πόρον καὶ λόγον ἀνευρίσκομεν;

Ἀθηναῖος

τόνδε. φημί, παῖδες Κρητῶν, χρῆναι Κνωσίους, διὰ τὸ πρεσβεύειν τῶν πολλῶν πόλεων, κοινῇ μετὰ τῶν ἀφικομένων εἰς τὴν συνοίκησιν ταύτην ἐξ αὑτῶν τε καὶ ἐκείνων αἱρεῖσθαι τριάκοντα μὲν καὶ ἑπτὰ τοὺς πάντας, ἐννέα δὲ καὶ δέκα ἐκ τῶν ἐποικησάντων, τοὺς δὲ ἄλλους 753aἐξ αὐτῆς Κνωσοῦ· τούτους δʼ οἱ Κνώσιοι τῇ πόλει σοι δόντων, καὶ αὐτόν σε πολίτην εἶναι ταύτης τῆς ἀποικίας καὶ ἕνα τῶν ὀκτωκαίδεκα, πείσαντες τῇ μετρίᾳ δυνάμει βιασάμενοι.

Κλεινίας

τί δῆτα οὐ καὶ σύ τε καὶ Μέγιλλος, ξένε, ἐκοινωνησάτην ἡμῖν τῆς πολιτείας;

Ἀθηναῖος

μέγα μέν, Κλεινία, φρονοῦσιν αἱ Ἀθῆναι, μέγα δὲ καὶ Σπάρτη, καὶ μακρὰν ἀποικοῦσιν ἑκάτεραι· σοὶ δὲ κατὰ πάντα ἐμμελῶς ἔχει καὶ τοῖς ἄλλοις οἰκισταῖς κατὰ 753bταὐτά, ὥσπερ τὰ περὶ σοῦ νῦν λεγόμενα. ὡς μὲν οὖν γένοιτʼ ἂν ἐπιεικέστατα ἐκ τῶν ὑπαρχόντων ἡμῖν τὰ νῦν, εἰρήσθω, προελθόντος δὲ χρόνου καὶ μεινάσης τῆς πολιτείας, αἵρεσις αὐτῶν ἔστω τοιάδε τις· πάντες μὲν κοινωνούντων τῆς τῶν ἀρχόντων αἱρέσεως ὁπόσοιπερ ἂν ὅπλα ἱππικὰ πεζικὰ τιθῶνται καὶ πολέμου κεκοινωνήκωσιν ἐν ταῖς σφετέραις αὐτῶν τῆς ἡλικίας δυνάμεσιν· ποιεῖσθαι δὲ τὴν αἵρεσιν ἐν



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 752c Pl. Leg. 753a (English) >>Pl. Leg. 753d

Powered by PhiloLogic