Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 754a Pl. Leg. 754d (English) >>Pl. Leg. 755b

754cπρὸς τὴν νέαν πόλιν καὶ τῇ νέᾳ πρὸς Κνωσὸν ὑπάρχειν ἑτοίμως γεγονότα. λέγω δή, καθάπερ εἶπον νυνδή, —δὶς γὰρ τό γε καλὸν ῥηθὲν οὐδὲν βλάπτειΚνωσίους δεῖν ἐπιμεληθῆναι πάντων τούτων κοινῇ, προσελομένους τῶν εἰς τὴν ἀποικίαν ἀφικομένων, τοὺς πρεσβυτάτους τε καὶ ἀρίστους εἰς δύναμιν ἑλομένους, μὴ ἔλαττον ἑκατὸν ἀνδρῶν· καὶ αὐτῶν Κνωσίων ἔστωσαν ἑκατὸν ἕτεροι. τούτους δὲ ἐλθόντας φημὶ δεῖν εἰς τὴν καινὴν πόλιν συνεπιμεληθῆναι ὅπως αἵ τε ἀρχαὶ 754dκαταστῶσιν κατὰ νόμους, καταστᾶσαί τε δοκιμασθῶσι· γενομένων δὲ τούτων, τὴν μὲν Κνωσὸν τοὺς Κνωσίους οἰκεῖν, τὴν δὲ νέαν πόλιν αὐτὴν αὑτὴν πειρᾶσθαι σῴζειν τε καὶ εὐτυχεῖν. οἱ δὲ δὴ γενόμενοι τῶν ἑπτὰ καὶ τριάκοντα νῦν τε καὶ εἰς τὸν ἔπειτα σύμπαντα χρόνον ἐπὶ τοῖσδε ἡμῖν ᾑρήσθωσαν· πρῶτον μὲν φύλακες ἔστωσαν τῶν νόμων, ἔπειτα τῶν γραμμάτων ὧν ἂν ἕκαστος ἀπογράψῃ τοῖς ἄρχουσι τὸ πλῆθος τῆς αὑτῶν οὐσίας, πλὴν μὲν μέγιστον τίμημα 754eἔχων τεττάρων μνῶν, δὲ τὸ δεύτερον τριῶν, δὲ τρίτος δυοῖν μναῖν, μνᾶς δὲ τέταρτος. ἐὰν δέ τις ἕτερον φαίνηταί τι παρὰ τὰ γεγραμμένα κεκτημένος, δημόσιον μὲν ἔστω τὸ τοιοῦτον ἅπαν, πρὸς τούτῳ δὲ δίκην ὑπεχέτω τῷ βουλομένῳ μετιέναι μὴ καλὴν μηδʼ εὐώνυμον ἀλλʼ αἰσχράν, ἐὰν ἁλίσκηται διὰ τὸ κέρδος τῶν νόμων καταφρονῶν. αἰσχροκερδείας οὖν αὐτὸν γραψάμενος βουληθεὶς ἐπεξίτω τῇ δίκῃ ἐν αὐτοῖς τοῖς νομοφύλαξιν· ἐὰν δʼ φεύγων ὄφλῃ,


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 754a Pl. Leg. 754d (English) >>Pl. Leg. 755b

Powered by PhiloLogic