Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 754c Pl. Leg. 755a (English) >>Pl. Leg. 755d

754eἔχων τεττάρων μνῶν, δὲ τὸ δεύτερον τριῶν, δὲ τρίτος δυοῖν μναῖν, μνᾶς δὲ τέταρτος. ἐὰν δέ τις ἕτερον φαίνηταί τι παρὰ τὰ γεγραμμένα κεκτημένος, δημόσιον μὲν ἔστω τὸ τοιοῦτον ἅπαν, πρὸς τούτῳ δὲ δίκην ὑπεχέτω τῷ βουλομένῳ μετιέναι μὴ καλὴν μηδʼ εὐώνυμον ἀλλʼ αἰσχράν, ἐὰν ἁλίσκηται διὰ τὸ κέρδος τῶν νόμων καταφρονῶν. αἰσχροκερδείας οὖν αὐτὸν γραψάμενος βουληθεὶς ἐπεξίτω τῇ δίκῃ ἐν αὐτοῖς τοῖς νομοφύλαξιν· ἐὰν δʼ φεύγων ὄφλῃ, 755aτῶν κοινῶν κτημάτων μὴ μετεχέτω, διανομὴ δὲ ὅταν τῇ πόλει γίγνηταί τις, ἄμοιρος ἔστω πλήν γε τοῦ κλήρου, γεγράφθω δὲ ὠφληκώς, ἕως ἂν ζῇ, ὅπου πᾶς βουλόμενος αὐτὰ ἀναγνώσεται. μὴ πλέον δὲ εἴκοσιν ἐτῶν νομοφύλαξ ἀρχέτω, φερέσθω δʼ εἰς τὴν ἀρχὴν μὴ ἔλαττον πεντήκοντα γεγονὼς ἐτῶν· ἑξηκοντούτης δὲ ἐνεχθεὶς δέκα μόνον ἀρχέτω ἔτη, καὶ κατὰ τοῦτον τὸν λόγον, ὅπως ἄν τις πλέον 755bὑπερβὰς ἑβδομήκοντα ζῇ, μηκέτι ἐν τούτοις τοῖς ἄρχουσι τὴν τηλικαύτην ἀρχὴν ὡς ἄρξων διανοηθήτω.

τὰ μὲν οὖν περὶ τῶν νομοφυλάκων ταῦτα εἰρήσθω προστάγματα τρία, προϊόντων δὲ εἰς τοὔμπροσθε τῶν νόμων ἕκαστος προστάξει τούτοις τοῖς ἀνδράσιν ὧντινων αὐτοὺς δεῖ πρὸς τοῖς νῦν εἰρημένοις προσεπιμελεῖσθαι· νῦν δʼ ἑξῆς ἄλλων ἀρχῶν αἱρέσεως πέρι λέγοιμεν ἄν. δεῖ γὰρ δὴ τὰ μετὰ ταῦτα στρατηγοὺς αἱρεῖσθαι, καὶ τούτοις εἰς τὸν πόλεμον



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 754c Pl. Leg. 755a (English) >>Pl. Leg. 755d

Powered by PhiloLogic