Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 770a Pl. Leg. 770c (English) >>Pl. Leg. 771a

770b

Κλεινίας

τί μήν; εἴπερ οἷοί τέ γʼ ἐσμὲν ἱκανῶς.

Ἀθηναῖος

ἀλλʼ οὖν πειρατέα γε καὶ προθυμητέα.

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

λέγωμεν δὴ πρὸς αὐτούς· φίλοι σωτῆρες νόμων, ἡμεῖς περὶ ἑκάστων ὧν τίθεμεν τοὺς νόμους πάμπολλα παραλείψομενἀνάγκη γάροὐ μὴν ἀλλʼ ὅσα γε μὴ σμικρὰ καὶ τὸ ὅλον εἰς δύναμιν οὐκ ἀνήσομεν ἀπεριήγητον καθάπερ τινὶ περιγραφῇ· τοῦτο δὲ δεήσει συμπληροῦν ὑμᾶς τὸ περιηγηθέν. 770cὅποι δὲ βλέποντες δράσετε τὸ τοιοῦτον, ἀκούειν χρή. Μέγιλλος μὲν γὰρ καὶ ἐγὼ καὶ Κλεινίας εἰρήκαμέν τε αὐτὰ ἀλλήλοις οὐκ ὀλιγάκις, ὁμολογοῦμέν τε λέγεσθαι καλῶς· ὑμᾶς δὲ ἡμῖν βουλόμεθα συγγνώμονάς τε ἅμα καὶ μαθητὰς γίγνεσθαι, βλέποντας πρὸς ταῦτα εἰς ἅπερ ἡμεῖς συνεχωρήσαμεν ἀλλήλοις τὸν νομοφύλακά τε καὶ νομοθέτην δεῖν βλέπειν. ἦν δὲ συγχώρησις ἓν ἔχουσα κεφάλαιον, ὅπως 770dποτὲ ἀνὴρ ἀγαθὸς γίγνοιτʼ ἄν, τὴν ἀνθρώπῳ προσήκουσαν ἀρετὴν τῆς ψυχῆς ἔχων ἔκ τινος ἐπιτηδεύματος τινος ἤθους ποιᾶς κτήσεως ἐπιθυμίας δόξης μαθημάτων ποτέ τινων, εἴτε ἄρρην τις τῶν συνοικούντων οὖσα φύσις εἴτε θήλεια, νέων γερόντων, ὅπως εἰς ταὐτὸν τοῦτο λέγομεν τεταμένη σπουδὴ πᾶσα ἔσται διὰ παντὸς τοῦ βίου, τῶν δʼ ἄλλων ὁπόσα ἐμπόδια τούτοις μηδὲν προτιμῶν φανεῖται



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 770a Pl. Leg. 770c (English) >>Pl. Leg. 771a

Powered by PhiloLogic