Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 773b Pl. Leg. 773e (English) >>Pl. Leg. 774c

773dδεῖ δίκην κρατῆρος κεκραμένην, οὗ μαινόμενος μὲν οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται. τοῦτʼ οὖν γιγνόμενον ἐν τῇ τῶν παίδων μείξει διορᾶν ὡς ἔπος εἰπεῖν δυνατὸς οὐδείς· τούτων δὴ χάριν ἐᾶν μὲν νόμῳ τὰ τοιαῦτα ἀναγκαῖον, ἐπᾴδοντα δὲ πείθειν πειρᾶσθαι τὴν τῶν παίδων ὁμαλότητα αὐτῶν αὑτοῖς τῆς τῶν γάμων 773eἰσότητος ἀπλήστου χρημάτων οὔσης περὶ πλείονος ἕκαστον ποιεῖσθαι, καὶ διʼ ὀνείδους ἀποτρέπειν τὸν περὶ τὰ χρήματα ἐν τοῖς γάμοις ἐσπουδακότα, ἀλλὰ μὴ γραπτῷ νόμῳ βιαζόμενον.

περὶ γάμων δὴ ταῦτʼ ἔστω παραμύθια λεγόμενα, καὶ δὴ καὶ τὰ ἔμπροσθε τούτων ῥηθέντα, ὡς χρὴ τῆς ἀειγενοῦς φύσεως ἀντέχεσθαι τῷ παῖδας παίδων καταλείποντα ἀεὶ τῷ 774aθεῷ ὑπηρέτας ἀνθʼ αὑτοῦ παραδιδόναι. πάντα οὖν ταῦτα καὶ ἔτι πλείω τις ἂν εἴποι περὶ γάμων, ὡς χρὴ γαμεῖν, προοιμιαζόμενος ὀρθῶς· ἂν δʼ ἄρα τις μὴ πείθηται ἑκών, ἀλλότριον δὲ αὑτὸν καὶ ἀκοινώνητον ἐν τῇ πόλει ἔχῃ καὶ ἄγαμος ὢν γένηται πεντεκαιτριακοντούτης, ζημιούσθω κατʼ ἐνιαυτὸν ἕκαστον, μέγιστον μὲν τίμημα κεκτημένος ἑκατὸν δραχμαῖς, δὲ τὸ δεύτερον ἑβδομήκοντα, τρίτον δὲ ἑξήκοντα, δὲ τὸ τέταρτον τριάκοντα. τοῦτο δʼ ἔστω τῆς Ἥρας



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 773b Pl. Leg. 773e (English) >>Pl. Leg. 774c

Powered by PhiloLogic