Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 782b Pl. Leg. 782e (English) >>Pl. Leg. 783d

782dπάντων ἀπεχόμενοι.

Κλεινίας

καὶ σφόδρα λεγόμενά τʼ εἴρηκας καὶ πιστεύεσθαι πιθανά.

Ἀθηναῖος

πρὸς οὖν δὴ τί ταῦτα, εἴποι τις ἄν, ὑμῖν πάντʼ ἐρρήθη τὰ νῦν;

Κλεινίας

ὀρθῶς ὑπέλαβες, ξένε.

Ἀθηναῖος

καὶ τοίνυν, ἐὰν δύνωμαι, τὰ τούτοις ἑξῆς, Κλεινία, πειράσομαι φράζειν.

Κλεινίας

λέγοις ἄν.

Ἀθηναῖος

ὁρῶ πάντα τοῖς ἀνθρώποις ἐκ τριττῆς χρείας καὶ ἐπιθυμίας ἠρτημένα, διʼ ὧν ἀρετή τε αὐτοῖς ἀγομένοις ὀρθῶς 782eκαὶ τοὐναντίον ἀποβαίνει κακῶς ἀχθεῖσιν. ταῦτα δʼ ἐστὶν ἐδωδὴ μὲν καὶ πόσις εὐθὺς γενομένοις, ἣν πέρι ἅπασαν πᾶν ζῷον ἔμφυτον ἔρωτα ἔχον, μεστὸν οἴστρου τέ ἐστιν καὶ ἀνηκουστίας τοῦ λέγοντος ἄλλο τι δεῖν πράττειν πλὴν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τὰς περὶ ἅπαντα ταῦτα ἀποπληροῦντα, λύπης τῆς ἁπάσης ἀεὶ δεῖν σφᾶς ἀπαλλάττειν· τρίτη 783aδὲ ἡμῖν καὶ μεγίστη χρεία καὶ ἔρως ὀξύτατος ὕστατος μὲν ὁρμᾶται, διαπυρωτάτους δὲ τοὺς ἀνθρώπους μανίαις ἀπεργάζεται πάντως, περὶ τὴν τοῦ γένους σπορὰν ὕβρει πλείστῃ καόμενος. δὴ δεῖ τρία νοσήματα, τρέποντα εἰς τὸ βέλτιστον παρὰ τὸ λεγόμενον ἥδιστον, τρισὶ μὲν τοῖς μεγίστοις πειρᾶσθαι κατέχειν, φόβῳ καὶ νόμῳ καὶ τῷ ἀληθεῖ λόγῳ, προσχρωμένους μέντοι Μούσαις τε καὶ ἀγωνίοισι θεοῖς, 783bσβεννύντων τὴν αὔξην τε καὶ ἐπιρροήν.

παίδων δὲ δὴ γένεσιν μετὰ τοὺς γάμους θῶμεν, καὶ μετὰ γένεσιν τροφὴν καὶ παιδείαν· καὶ τάχʼ ἂν οὕτω προϊόντων τῶν λόγων τε νόμος ἡμῖν ἕκαστος περαίνοιτο εἰς τοὔμπροσθεν ἐπὶ συσσίτια ἡνίκα ἀφικόμεθατὰς τοιαύτας κοινωνίας εἴτε ἄρα γυναικῶν εἴτε ἀνδρῶν δεῖ μόνων γίγνεσθαι, προσμείξαντες αὐτοῖς ἐγγύθεν ἴσως μᾶλλον κατοψόμεθατά τε ἐπίπροσθεν αὐτῶν, ἔτι νῦν ὄντα ἀνομοθέτητα,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 782b Pl. Leg. 782e (English) >>Pl. Leg. 783d

Powered by PhiloLogic