784aαὐτοῖς ὦσιν γεγονότες. ἐπίσκοποι δʼ ἔστωσαν τούτων ἃς εἱλόμεθα γυναῖκες, πλείους εἴτʼ ἐλάττους, τοῖς ἄρχουσιν ὁπόσας ἂν δοκῇ προστάττειν τε καὶ ὁπόταν, πρὸς τὸ τῆς Εἰλειθυίας ἱερὸν ἑκάστης ἡμέρας συλλεγόμεναι μέχρι τρίτου μέρους ὥρας, οἷ δὴ συλλεχθεῖσαι διαγγελλόντων ἀλλήλαις εἴ τίς τινα ὁρᾷ πρὸς ἄλλʼ ἄττα βλέποντα ἄνδρα ἢ καὶ γυναῖκα τῶν παιδοποιουμένων ἢ πρὸς τὰ τεταγμένα ὑπὸ τῶν ἐν τοῖς
784bγάμοις θυσιῶν τε καὶ ἱερῶν γενομένων. ἡ δὲ παιδοποιία καὶ φυλακὴ τῶν παιδοποιουμένων δεκέτις ἔστω, μὴ πλείω δὲ χρόνον, ὅταν εὔροια ᾖ τῆς γενέσεως· ἂν δὲ ἄγονοί τινες εἰς τοῦτον γίγνωνται τὸν χρόνον, μετὰ τῶν οἰκείων καὶ ἀρχουσῶν γυναικῶν διαζεύγνυσθαι κοινῇ βουλευομένους εἰς τὰ πρόσφορα ἑκατέροις. ἐὰν δʼ ἀμφισβήτησίς τις γίγνηται περὶ τῶν ἑκατέροις πρεπόντων καὶ προσφόρων, δέκα τῶν
784cνομοφυλάκων ἑλομένους, οἷς ἂν ἐπιτρέψωσιν οἱ δὲ τάξωσι, τούτοις ἐμμένειν. εἰσιοῦσαι δʼ εἰς τὰς οἰκίας τῶν νέων αἱ γυναῖκες, τὰ μὲν νουθετοῦσαι, τὰ δὲ καὶ ἀπειλοῦσαι, παυόντων αὐτοὺς τῆς ἁμαρτίας καὶ ἀμαθίας· ἐὰν δʼ ἀδυνατῶσι, πρὸς τοὺς νομοφύλακας ἰοῦσαι φραζόντων, οἱ δʼ εἰργόντων. ἂν δὲ καὶ ἐκεῖνοί πως ἀδυνατήσωσι, πρὸς τὸ δημόσιον ἀποφηνάντων, ἀναγράψαντές τε καὶ ὀμόσαντες ἦ μὴν ἀδυνατεῖν