Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 790e Pl. Leg. 791c (English) >>Pl. Leg. 792a

791bἡμῖν διαθέσεων ἕξεις ἔμφρονας ἔχειν. καὶ ταῦτα, ὡς διὰ βραχέων γε οὕτως εἰπεῖν, πιθανὸν λόγον ἔχει τινά.

Κλεινίας

πάνυ μὲν οὖν.

Ἀθηναῖος

εἰ δέ γε οὕτως τοιαύτην τινὰ δύναμιν ἔχει ταῦτα, ἐννοεῖν χρὴ τόδε παρʼ αὑτοῖς, ὡς ἅπασα ψυχὴ δείμασιν συνοῦσα ἐκ νέων μᾶλλον ἂν διὰ φόβων ἐθίζοιτο γίγνεσθαι· τοῦτο δέ που πᾶς ἂν φαίη δειλίας ἄσκησιν ἀλλʼ οὐκ ἀνδρείας γίγνεσθαι.

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

τὸ δέ γε ἐναντίον ἀνδρείας ἂν φαῖμεν ἐκ νέων εὐθὺς 791cἐπιτήδευμα εἶναι, τὸ νικᾶν τὰ προσπίπτονθʼ ἡμῖν δείματά τε καὶ φόβους.

Κλεινίας

ὀρθῶς.

Ἀθηναῖος

ἓν δὴ καὶ τοῦτο εἰς ψυχῆς μόριον ἀρετῆς, τὴν τῶν παντελῶς παίδων γυμναστικὴν ἐν ταῖς κινήσεσιν, μέγα ἡμῖν φῶμεν συμβάλλεσθαι.

Κλεινίας

πάνυ μὲν οὖν.

Ἀθηναῖος

καὶ μὴν τό γε μὴ δύσκολον ἐν ψυχῇ καὶ τὸ δύσκολον οὐ σμικρὸν μόριον εὐψυχίας καὶ κακοψυχίας ἑκάτερον γιγνόμενον γίγνοιτʼ ἄν.

Κλεινίας

πῶς δʼ οὔ; 791d

Ἀθηναῖος

τίνα οὖν ἂν τρόπον εὐθὺς ἐμφύοιθʼ ἡμῖν ὁπότερον βουληθεῖμεν τῷ νεογενεῖ, φράζειν δὴ πειρατέον ὅπως τις καὶ καθʼ ὅσον εὐπορεῖ τούτων.

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

λέγω δὴ τό γε παρʼ ἡμῖν δόγμα, ὡς μὲν τρυφὴ δύσκολα καὶ ἀκράχολα καὶ σφόδρα ἀπὸ σμικρῶν κινούμενα τὰ τῶν νέων ἤθη ἀπεργάζεται, τὸ δὲ τούτων ἐναντίον, τε σφοδρὰ καὶ ἀγρία δούλωσις, ταπεινοὺς καὶ ἀνελευθέρους καὶ μισανθρώπους ποιοῦσα, ἀνεπιτηδείους συνοίκους ἀποτελεῖ.



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 790e Pl. Leg. 791c (English) >>Pl. Leg. 792a

Powered by PhiloLogic