Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 792a Pl. Leg. 792d (English) >>Pl. Leg. 793b

792cἡδονὰς αὐτῷ παρασκευάζοι.

Ἀθηναῖος

τοῦτʼ οὐκέτʼ ἂν ἐγὼ Κλεινίᾳ συνακολουθήσαιμʼ ἄν, θαυμάσιε. ἔστιν γὰρ οὖν ἡμῖν τοιαύτη πρᾶξις διαφθορὰ μεγίστη πασῶν· ἐν ἀρχῇ γὰρ γίγνεται ἑκάστοτε τροφῆς. ὁρῶμεν δὲ εἴ τι λέγομεν.

Κλεινίας

λέγε τί φῄς.

Ἀθηναῖος

οὐ σμικροῦ πέρι νῦν εἶναι νῷν τὸν λόγον. ὅρα δὲ καὶ σύ, συνεπίκρινέ τε ἡμᾶς, Μέγιλλε. μὲν γὰρ ἐμὸς δὴ λόγος οὔθʼ ἡδονάς φησι δεῖν διώκειν τὸν ὀρθὸν βίον οὔτʼ αὖ 792dτὸ παράπαν φεύγειν τὰς λύπας, ἀλλʼ αὐτὸ ἀσπάζεσθαι τὸ μέσον, νυνδὴ προσεῖπον ὡς ἵλεων ὀνομάσας, ἣν δὴ διάθεσιν καὶ θεοῦ κατά τινα μαντείας φήμην εὐστόχως πάντες προσαγορεύομεν. ταύτην τὴν ἕξιν διώκειν φημὶ δεῖν ἡμῶν καὶ τὸν μέλλοντα ἔσεσθαι θεῖον, μήτʼ οὖν αὐτὸν προπετῆ πρὸς τὰς ἡδονὰς γιγνόμενον ὅλως, ὡς οὐδʼ ἐκτὸς λυπῶν ἐσόμενον, μήτε ἄλλον, γέροντα νέον, ἐᾶν πάσχειν ταὐτὸν τοῦθʼ ἡμῖν, ἄρρενα θῆλυν, ἁπάντων δὲ ἥκιστα εἰς δύναμιν 792eτὸν ἀρτίως νεογενῆ· κυριώτατον γὰρ οὖν ἐμφύεται πᾶσι τότε τὸ πᾶν ἦθος διὰ ἔθος. ἔτι δʼ ἔγωγʼ, εἰ μὴ μέλλοιμι δόξειν παίζειν, φαίην ἂν δεῖν καὶ τὰς φερούσας ἐν γαστρὶ πασῶν τῶν γυναικῶν μάλιστα θεραπεύειν ἐκεῖνον τὸν ἐνιαυτόν, ὅπως μήτε ἡδοναῖς τισι πολλαῖς ἅμα καὶ μάργοις προσχρήσεται κύουσα μήτε αὖ λύπαις, τὸ δὲ ἵλεων καὶ εὐμενὲς πρᾷόν τε τιμῶσα διαζήσει τὸν τότε χρόνον.



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 792a Pl. Leg. 792d (English) >>Pl. Leg. 793b

Powered by PhiloLogic