799aἈθηναῖος
ἔχει τις οὖν ἡμῶν ἐπὶ τὰ τοιαῦτα βελτίω τινα τέχνην τῆς τῶν Αἰγυπτίων;
Κλεινίας
ποίας δὴ λέγεις;
Ἀθηναῖος
τοῦ καθιερῶσαι πᾶσαν μὲν ὄρχησιν, πάντα δὲ μέλη, τάξαντας πρῶτον μὲν τὰς ἑορτάς, συλλογισαμένους εἰς τὸν ἐνιαυτὸν ἅστινας ἐν οἷς χρόνοις καὶ οἷστισιν ἑκάστοις τῶν θεῶν καὶ παισὶ τούτων καὶ δαίμοσι γίγνεσθαι χρεών, μετὰ δὲ τοῦτο, ἐπὶ τοῖς τῶν θεῶν θύμασιν ἑκάστοις ἣν ᾠδὴν δεῖ ἐφυμνεῖσθαι, καὶ χορείαις ποίαισιν γεραίρειν τὴν τότε
799bθυσίαν, τάξαι μὲν πρῶτόν τινας, ἃ δʼ ἂν ταχθῇ, Μοίραις καὶ τοῖς ἄλλοις πᾶσι θεοῖς θύσαντας κοινῇ πάντας τοὺς πολίτας, σπένδοντας καθιεροῦν ἑκάστας τὰς ᾠδὰς ἑκάστοις τῶν θεῶν καὶ τῶν ἄλλων· ἂν δὲ παρʼ αὐτά τίς τῳ θεῶν ἄλλους ὕμνους ἢ χορείας προσάγῃ, τοὺς ἱερέας τε καὶ τὰς ἱερείας μετὰ νομοφυλάκων ἐξείργοντας ὁσίως ἐξείργειν καὶ κατὰ νόμον, τὸν δὲ ἐξειργόμενον, ἂν μὴ ἑκὼν ἐξείργηται, δίκας ἀσεβείας διὰ βίου παντὸς τῷ ἐθελήσαντι παρέχειν.Κλεινίας
ὀρθῶς.
799cἈθηναῖος
πρὸς τούτῳ δὴ νῦν γενόμενοι τῷ λόγῳ, πάθωμεν τὸ πρέπον ἡμῖν αὐτοῖς.
Κλεινίας
τοῦ πέρι λέγεις;
Ἀθηναῖος
πᾶς που νέος, μὴ ὅτι πρεσβύτης, ἰδὼν ἂν ἢ καὶ ἀκούσας ὁτιοῦν τῶν ἐκτόπων καὶ μηδαμῇ πως συνήθων, οὐκ ἄν ποτέ που τὸ ἀπορηθὲν περὶ αὐτῶν συγχωρήσειεν ἐπιδραμὼν οὕτως εὐθύς, στὰς δʼ ἄν, καθάπερ ἐν τριόδῳ γενόμενος καὶ μὴ σφόδρα κατειδὼς ὁδόν, εἴτε μόνος εἴτε μετʼ