Ἀθηναῖος
πρὸς τούτῳ δὴ νῦν γενόμενοι τῷ λόγῳ, πάθωμεν τὸ πρέπον ἡμῖν αὐτοῖς.
Κλεινίας
τοῦ πέρι λέγεις;
Ἀθηναῖος
πᾶς που νέος, μὴ ὅτι πρεσβύτης, ἰδὼν ἂν ἢ καὶ ἀκούσας ὁτιοῦν τῶν ἐκτόπων καὶ μηδαμῇ πως συνήθων, οὐκ ἄν ποτέ που τὸ ἀπορηθὲν περὶ αὐτῶν συγχωρήσειεν ἐπιδραμὼν οὕτως εὐθύς, στὰς δʼ ἄν, καθάπερ ἐν τριόδῳ γενόμενος καὶ μὴ σφόδρα κατειδὼς ὁδόν, εἴτε μόνος εἴτε μετʼ
Ἀθηναῖος
οὐκοῦν τούτῳ μὲν χρόνον δώσομεν, βεβαιώσομεν δὲ τότε αὐτό, ὁπόταν σκεψώμεθα ἱκανῶς· ἵνα δὲ μὴ τὴν ἑπομένην τάξιν τοῖς νόμοις τοῖς νῦν ἡμῖν παροῦσι διαπεράνασθαι κωλυθῶμεν μάτην, ἴωμεν πρὸς τὸ τέλος αὐτῶν. τάχα γὰρ ἴσως, εἰ θεὸς ἐθέλοι, κἂν ἡ διέξοδος αὕτη ὅλη σχοῦσα τέλος ἱκανῶς ἂν μηνύσειε καὶ τὸ νῦν διαπορούμενον.
Κλεινίας
ἄριστʼ, ὦ ξένε, λέγεις, καὶ ποιῶμεν οὕτως ὡς εἴρηκας.
Ἀθηναῖος
δεδόχθω μὲν δή, φαμέν, τὸ ἄτοπον τοῦτο, νόμους τὰς ᾠδὰς ἡμῖν γεγονέναι, καὶ καθάπερ οἱ παλαιοὶ τότε περὶ κιθαρῳδίαν οὕτω πως, ὡς ἔοικεν, ὠνόμασαν—ὥστε τάχʼ