Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 799b Pl. Leg. 799e (English) >>Pl. Leg. 800c

799dἄλλων τύχοι πορευόμενος, ἀνέροιτʼ ἂν αὑτὸν καὶ τοὺς ἄλλους τὸ ἀπορούμενον, καὶ οὐκ ἂν πρότερον ὁρμήσειεν, πρίν πῃ βεβαιώσαιτο τὴν σκέψιν τῆς πορείας ὅπῃ ποτὲ φέρει. καὶ δὴ καὶ τὸ παρὸν ἡμῖν ὡσαύτως ποιητέον· ἀτόπου γὰρ τὰ νῦν ἐμπεπτωκότος λόγου περὶ νόμων, ἀνάγκη που σκέψιν πᾶσαν ποιήσασθαι, καὶ μὴ ῥᾳδίως οὕτως περὶ τοσούτων τηλικούτους ὄντας φάναι διισχυριζομένους ἐν τῷ παραχρῆμά τι σαφὲς ἂν εἰπεῖν ἔχειν.

Κλεινίας

ἀληθέστατα λέγεις. 799e

Ἀθηναῖος

οὐκοῦν τούτῳ μὲν χρόνον δώσομεν, βεβαιώσομεν δὲ τότε αὐτό, ὁπόταν σκεψώμεθα ἱκανῶς· ἵνα δὲ μὴ τὴν ἑπομένην τάξιν τοῖς νόμοις τοῖς νῦν ἡμῖν παροῦσι διαπεράνασθαι κωλυθῶμεν μάτην, ἴωμεν πρὸς τὸ τέλος αὐτῶν. τάχα γὰρ ἴσως, εἰ θεὸς ἐθέλοι, κἂν διέξοδος αὕτη ὅλη σχοῦσα τέλος ἱκανῶς ἂν μηνύσειε καὶ τὸ νῦν διαπορούμενον.

Κλεινίας

ἄριστʼ, ξένε, λέγεις, καὶ ποιῶμεν οὕτως ὡς εἴρηκας.

Ἀθηναῖος

δεδόχθω μὲν δή, φαμέν, τὸ ἄτοπον τοῦτο, νόμους τὰς ᾠδὰς ἡμῖν γεγονέναι, καὶ καθάπερ οἱ παλαιοὶ τότε περὶ κιθαρῳδίαν οὕτω πως, ὡς ἔοικεν, ὠνόμασανὥστε τάχʼ 800aἂν οὐδʼ ἐκεῖνοι παντάπασί γʼ ἂν ἀφεστῶτες εἶεν τοῦ νῦν λεγομένου, καθʼ ὕπνον δὲ οἷόν πού τις καὶ ὕπαρ ἐγρηγορὼς ὠνείρωξεν μαντευόμενος αὐτότὸ δʼ οὖν δόγμα περὶ αὐτοῦ τοῦτʼ ἔστω· παρὰ τὰ δημόσια μέλη τε καὶ ἱερὰ καὶ τὴν τῶν νέων σύμπασαν χορείαν μηδεὶς μᾶλλον παρʼ ὁντινοῦν ἄλλον τῶν νόμων φθεγγέσθω μηδʼ ἐν ὀρχήσει κινείσθω. καὶ μὲν τοιοῦτος ἀζήμιος ἀπαλλαττέσθω, τὸν δὲ μὴ πειθόμενον, καθάπερ ἐρρήθη νυνδή, νομοφύλακές τε



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 799b Pl. Leg. 799e (English) >>Pl. Leg. 800c

Powered by PhiloLogic