Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 799e Pl. Leg. 800c (English) >>Pl. Leg. 801a

800bκαὶ ἱέρειαι καὶ ἱερῆς κολαζόντων. κείσθω δὲ νῦν ἡμῖν ταῦτα τῷ λόγῳ;

Κλεινίας

κείσθω.

Ἀθηναῖος

τίνα δὴ τρόπον αὐτὰ νομοθετῶν τις μὴ παντάπασιν καταγέλαστος γίγνοιτʼ ἄν; ἴδωμεν δὴ τὸ τοιόνδʼ ἔτι περὶ αὐτά. ἀσφαλέστατον καθάπερ ἐκμαγεῖʼ ἄττʼ αὐτοῖσιν πρῶτον πλάσασθαι τῷ λόγῳ, λέγω δὲ ἓν μὲν τῶν ἐκμαγείων εἶναι τοιόνδε τι· θυσίας γενομένης καὶ ἱερῶν καυθέντων κατὰ νόμον, εἴ τῴ τις, φαμέν, ἰδίᾳ παραστὰς τοῖς βωμοῖς τε καὶ 800cἱεροῖς, ὑὸς καὶ ἀδελφός, βλασφημοῖ πᾶσαν βλασφημίαν, ἆρʼ οὐκ, ἂν φαῖμεν, ἀθυμίαν καὶ κακὴν ὄτταν καὶ μαντείαν πατρὶ καὶ τοῖς ἄλλοις ἂν οἰκείοις φθέγγοιτο ἐντιθείς;

Κλεινίας

τί μήν;

Ἀθηναῖος

ἐν τοίνυν τοῖς παρʼ ἡμῖν τόποις τοῦτʼ ἐστὶν ταῖς πόλεσι γιγνόμενον ὡς ἔπος εἰπεῖν σχεδὸν ὀλίγου πάσαις· δημοσίᾳ γάρ τινα θυσίαν ὅταν ἀρχή τις θύσῃ, μετὰ ταῦτα χορὸς οὐχ εἷς ἀλλὰ πλῆθος χορῶν ἥκει, καὶ στάντες οὐ 800dπόρρω τῶν βωμῶν ἀλλὰ παρʼ αὐτοὺς ἐνίοτε, πᾶσαν βλασφημίαν τῶν ἱερῶν καταχέουσιν, ῥήμασί τε καὶ ῥυθμοῖς καὶ γοωδεστάταις ἁρμονίαις συντείνοντες τὰς τῶν ἀκροωμένων ψυχάς, καὶ ὃς ἂν δακρῦσαι μάλιστα τὴν θύσασαν παραχρῆμα ποιήσῃ πόλιν, οὗτος τὰ νικητήρια φέρει. τοῦτον δὴ τὸν νόμον ἆρʼ οὐκ ἀποψηφιζόμεθα; καὶ εἴ ποτʼ ἄρα δεῖ τοιούτων οἴκτων γίγνεσθαι τοὺς πολίτας ἐπηκόους, ὁπόταν ἡμέραι μὴ καθαραί τινες ἀλλὰ ἀποφράδες ὦσιν, τόθʼ ἥκειν



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 799e Pl. Leg. 800c (English) >>Pl. Leg. 801a

Powered by PhiloLogic