800eδέον ἂν εἴη μᾶλλον χορούς τινας ἔξωθεν μεμισθωμένους ᾠδούς, οἷον οἱ περὶ τοὺς τελευτήσαντας μισθούμενοι Καρικῇ τινι μούσῃ προπέμπουσι τοὺς τελευτήσαντας; τοιοῦτόν που πρέπον ἂν εἴη καὶ περὶ τὰς τοιαύτας ᾠδὰς γιγνόμενον, καὶ δὴ καὶ στολή γέ που ταῖς ἐπικηδείοις ᾠδαῖς οὐ στέφανοι πρέποιεν ἂν οὐδʼ ἐπίχρυσοι κόσμοι, πᾶν δὲ τοὐναντίον, ἵνʼ ὅτι τάχιστα περὶ αὐτῶν λέγων ἀπαλλάττωμαι. τὸ δὲ τοσοῦτον ἡμᾶς αὐτοὺς ἐπανερωτῶ πάλιν, τῶν ἐκμαγείων ταῖς ᾠδαῖς εἰ πρῶτον ἓν τοῦθʼ ἡμῖν ἀρέσκον κείσθω.Κλεινίας
τὸ ποῖον;
Ἀθηναῖος
εὐφημία, καὶ δὴ καὶ τὸ τῆς ᾠδῆς γένος εὔφημον
801aἡμῖν πάντῃ πάντως ὑπαρχέτω; ἢ μηδὲν ἐπανερωτῶ, τιθῶ δὲ τοῦτο οὕτως;Κλεινίας
παντάπασι μὲν οὖν τίθει· νικᾷ γὰρ πάσαισι ταῖς ψήφοις οὗτος ὁ νόμος.
Ἀθηναῖος
τίς δὴ μετʼ εὐφημίαν δεύτερος ἂν εἴη νόμος μουσικῆς; ἆρʼ οὐκ εὐχὰς εἶναι τοῖς θεοῖς οἷς θύομεν ἑκάστοτε;
Κλεινίας
πῶς γὰρ οὔ;
Ἀθηναῖος
τρίτος δʼ οἶμαι νόμος, ὅτι γνόντας δεῖ τοὺς ποιητὰς ὡς εὐχαὶ παρὰ θεῶν αἰτήσεις εἰσίν, δεῖ δὴ τὸν νοῦν αὐτοὺς
801bσφόδρα προσέχειν μή ποτε λάθωσιν κακὸν ὡς ἀγαθὸν αἰτούμενοι· γελοῖον γὰρ δὴ τὸ πάθος οἶμαι τοῦτʼ ἂν γίγνοιτο, εὐχῆς τοιαύτης γενομένης.Κλεινίας
τί μήν;
Ἀθηναῖος
οὐκοῦν ἡμεῖς ἔμπροσθεν σμικρὸν τῷ λόγῳ ἐπείσθημεν ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἐν πόλει ἱδρυμένον ἐνοικεῖν;
Κλεινίας
πάνυ μὲν οὖν.
Ἀθηναῖος
τίνος οὖν ποτε παράδειγμα εἰρῆσθαι φῶμεν τοῦτον τὸν λόγον; ἆρʼ οὐ τοῦδε, ὅτι τὸ τῶν ποιητῶν γένος οὐ πᾶν