Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 801a Pl. Leg. 801d (English) >>Pl. Leg. 802b

801cἱκανόν ἐστι γιγνώσκειν σφόδρα τά τε ἀγαθὰ καὶ μή; ποιήσας οὖν δήπου τὶς ποιητὴς ῥήμασιν καὶ κατὰ μέλος τοῦτο ἡμαρτημένον, εὐχὰς οὐκ ὀρθάς, ἡμῖν τοὺς πολίτας περὶ τῶν μεγίστων εὔχεσθαι τἀναντία ποιήσει· καίτοι τούτου, καθάπερ ἐλέγομεν, οὐ πολλὰ ἁμαρτήματα ἀνευρήσομεν μείζω. θῶμεν δὴ καὶ τοῦτον τῶν περὶ μοῦσαν νόμων καὶ τύπων ἕνα;

Κλεινίας

τίνα; σαφέστερον εἰπὲ ἡμῖν.

Ἀθηναῖος

τὸν ποιητὴν παρὰ τὰ τῆς πόλεως νόμιμα καὶ δίκαια 801d καλὰ ἀγαθὰ μηδὲν ποιεῖν ἄλλο, τὰ δὲ ποιηθέντα μὴ ἐξεῖναι τῶν ἰδιωτῶν μηδενὶ πρότερον δεικνύναι, πρὶν ἂν αὐτοῖς τοῖς περὶ ταῦτα ἀποδεδειγμένοις κριταῖς καὶ τοῖς νομοφύλαξιν δειχθῇ καὶ ἀρέσῃ· σχεδὸν δὲ ἀποδεδειγμένοι εἰσὶν ἡμῖν οὓς εἱλόμεθα νομοθέτας περὶ τὰ μουσικὰ καὶ τὸν τῆς παιδείας ἐπιμελητήν. τί οὖν; πολλάκις ἐρωτῶ, κείσθω νόμος ἡμῖν καὶ τύπος ἐκμαγεῖόν τε τρίτον τοῦτο; πῶς δοκεῖ;

Κλεινίας

κείσθω· τί μήν; 801e

Ἀθηναῖος

μετά γε μὴν ταῦτα ὕμνοι θεῶν καὶ ἐγκώμια κεκοινωνημένα εὐχαῖς ᾄδοιτʼ ἂν ὀρθότατα, καὶ μετὰ θεοὺς ὡσαύτως περὶ δαίμονάς τε καὶ ἥρωας μετʼ ἐγκωμίων εὐχαὶ γίγνοιντʼ ἂν τούτοις πᾶσιν πρέπουσαι.

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

μετά γε μὴν ταῦτʼ ἤδη νόμος ἄνευ φθόνων εὐθὺς γίγνοιτʼ ἂν ὅδε· τῶν πολιτῶν ὁπόσοι τέλος ἔχοιεν τοῦ βίου, κατὰ σώματα κατὰ ψυχὰς ἔργα ἐξειργασμένοι καλὰ καὶ ἐπίπονα καὶ τοῖς νόμοις εὐπειθεῖς γεγονότες, ἐγκωμίων αὐτοὺς τυγχάνειν πρέπον ἂν εἴη.

Κλεινίας

πῶς δʼ οὔ;



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 801a Pl. Leg. 801d (English) >>Pl. Leg. 802b

Powered by PhiloLogic