805aκαλοῦσιν, αἷς οὐχ ἵππων μόνον ἀλλὰ καὶ τόξων καὶ τῶν ἄλλων ὅπλων κοινωνία καὶ τοῖς ἀνδράσιν ἴση προστεταγμένη ἴσως ἀσκεῖται. λογισμὸν δὲ πρὸς τούτοις περὶ τούτων τοιόνδε τινὰ ἔχω· φημί, εἴπερ ταῦτα οὕτω συμβαίνειν ἐστὶν δυνατά, πάντων ἀνοητότατα τὰ νῦν ἐν τοῖς παρʼ ἡμῖν τόποις γίγνεσθαι τὸ μὴ πάσῃ ῥώμῃ πάντας ὁμοθυμαδὸν ἐπιτηδεύειν ἄνδρας γυναιξὶν ταὐτά. σχεδὸν γὰρ ὀλίγου πᾶσα ἡμίσεια πόλις ἀντὶ διπλασίας οὕτως ἔστιν τε καὶ γίγνεται ἐκ τῶν
805bαὐτῶν τελῶν καὶ πόνων· καίτοι θαυμαστὸν ἂν ἁμάρτημα νομοθέτῃ τοῦτʼ αὐτὸ γίγνοιτο.Κλεινίας
ἔοικέν γε· ἔστι μέντοι πάμπολλα ἡμῖν, ὦ ξένε, παρὰ τὰς εἰωθυίας πολιτείας τῶν νῦν λεγομένων. ἀλλὰ γὰρ εἰπὼν τὸν μὲν λόγον ἐᾶσαι διεξελθεῖν, εὖ διελθόντος δέ, οὕτω τὸ δοκοῦν αἱρεῖσθαι δεῖν, μάλα εἶπές τε ἐμμελῶς, πεποίηκάς τέ με τὰ νῦν αὐτὸν ἐμαυτῷ ἐπιπλήττειν ὅτι ταῦτα εἴρηκα·
805cλέγε οὖν τὸ μετὰ ταῦτα ὅτι σοι κεχαρισμένον ἐστίν.Ἀθηναῖος
τόδε ἔμοιγε, ὦ Κλεινία, ὃ καὶ πρόσθεν εἶπον, ὡς, εἰ μὲν ταῦτα ἦν μὴ ἱκανῶς ἔργοις ἐληλεγμένα ὅτι δυνατά ἐστι γίγνεσθαι, τάχα ἦν ἄν τι καὶ ἀντειπεῖν τῷ λόγῳ, νῦν δὲ ἄλλο τί που ζητητέον ἐκείνῳ τῷ τοῦτον τὸν νόμον μηδαμῇ δεχομένῳ, τὸ δʼ ἡμέτερον διακέλευμα ἐν τούτοις οὐκ ἀποσβήσεται τὸ μὴ οὐ λέγειν ὡς δεῖ παιδείας τε καὶ τῶν ἄλλων ὅτι