806eδούλοις ἀπαρχὴν τῶν ἐκ τῆς γῆς ἀποτελοῦσιν ἱκανὴν ἀνθρώποις ζῶσι κοσμίως, συσσίτια δὲ κατεσκευασμένα εἴη χωρὶς μὲν τὰ τῶν ἀνδρῶν, ἐγγὺς δʼ ἐχόμενα τὰ τῶν αὐτοῖς οἰκείων, παίδων τε ἅμα θηλειῶν καὶ τῶν μητέρων αὐταῖς, ἄρχουσιν δὲ καὶ ἀρχούσαις εἴη προστεταγμένα λύειν ταῦτα ἑκάστοις τὰ συσσίτια πάντα, καθʼ ἑκάστην ἡμέραν θεασαμένους καὶ ἰδόντας τὴν διαγωγὴν τὴν τῶν συσσίτων, μετὰ δὲ ταῦτα
807aσπείσαντας τόν τε ἄρχοντα καὶ τοὺς ἄλλους οἷς ἂν τυγχάνῃ θεοῖς ἡ τότε νύξ τε καὶ ἡμέρα καθιερωμένη, κατὰ ταῦτα οὕτως οἴκαδε πορεύεσθαι; τοῖς δὴ ταύτῃ κεκοσμημένοις ἆρα οὐδὲν λειπόμενόν ἐστιν ἀναγκαῖόν τε ἔργον καὶ παντάπασι προσῆκον, ἀλλʼ ἐν τρόπῳ βοσκήματος ἕκαστον πιαινόμενον αὐτῶν δεῖ ζῆν; οὔκουν τό γε δίκαιόν φαμεν οὐδὲ καλόν, οὐδʼ οἷόν τε τὸν ζῶντα οὕτως ἀτυχῆσαι τοῦ προσήκοντος, προσήκει
807bδὲ ἀργῷ καὶ ῥᾳθύμως καταπεπιασμένῳ ζῴῳ σχεδὸν ὑπʼ ἄλλου διαρπασθῆναι ζῴου τῶν σφόδρα τετρυχωμένων μετὰ ἀνδρείας τε ἅμα καὶ τῶν πόνων. ταῦτα οὖν δὴ διʼ ἀκριβείας μὲν ἱκανῆς, ὡς καὶ νῦν, εἰ ζητοῖμεν ἄν, ἴσως οὐκ ἄν ποτε γένοιτο, μέχριπερ ἂν γυναῖκές τε καὶ παῖδες οἰκήσεις τε ἴδιαι καὶ ἰδίως ἅπαντʼ ᾖ τὰ τοιαῦτα ἑκάστοις ἡμῶν κατεσκευασμένα· τὰ δὲ μετʼ ἐκεῖνʼ αὖ δεύτερα τὰ νῦν λεγόμενα εἰ