Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 809a Pl. Leg. 809d (English) >>Pl. Leg. 810b

809cπαίδων ἐπιμελητά, τοὺς ὑπὸ σοῦ τρεφομένους, οὐκ εἰρήκαμεν. καίτοι τὰ μὲν περὶ τὸν πόλεμον δεῖ μανθάνειν τε αὐτοὺς καὶ μελετᾶν ἔχεις τῷ λόγῳ, τὰ δὲ περὶ τὰ γράμματα πρῶτον, καὶ δεύτερον λύρας πέρι καὶ λογισμῶν, ὧν ἔφαμεν δεῖν ὅσα τε πρὸς πόλεμον καὶ οἰκονομίαν καὶ τὴν κατὰ πόλιν διοίκησιν χρῆναι ἑκάστους λαβεῖν, καὶ πρὸς τὰ αὐτὰ ταῦτα ἔτι τὰ χρήσιμα τῶν ἐν ταῖς περιόδοις τῶν θείων, ἄστρων τε πέρι καὶ ἡλίου καὶ σελήνης, ὅσα διοικεῖν ἀναγκαῖόν ἐστιν περὶ 809dταῦτα πάσῃ πόλειτίνων δὴ πέρι λέγομεν; ἡμερῶν τάξεως εἰς μηνῶν περιόδους καὶ μηνῶν εἰς ἕκαστον τὸν ἐνιαυτόν, ἵνα ὧραι καὶ θυσίαι καὶ ἑορταὶ τὰ προσήκοντʼ ἀπολαμβάνουσαι ἑαυταῖς ἕκασται τῷ κατὰ φύσιν ἄγεσθαι, ζῶσαν τὴν πόλιν καὶ ἐγρηγορυῖαν παρεχόμεναι, θεοῖς μὲν τὰς τιμὰς ἀποδιδῶσιν, τοὺς δὲ ἀνθρώπους περὶ αὐτὰ μᾶλλον ἔμφρονας ἀπεργάζωνταιταῦτα οὔπω σοι πάντα ἱκανῶς, φίλε, παρὰ 809eτοῦ νομοθέτου διείρηται· πρόσεχε δὴ τὸν νοῦν τοῖς μετὰ ταῦτα μέλλουσιν ῥηθήσεσθαι. γραμμάτων εἴπομεν ὡς οὐχ ἱκανῶς ἔχεις πέρι τὸ πρῶτον, ἐπικαλοῦντες τί τῇ λέξει; τόδε, ὡς οὔπω διείρηκέ σοι πότερον εἰς ἀκρίβειαν τοῦ μαθήματος ἰτέον τὸν μέλλοντα πολίτην ἔσεσθαι μέτριον τὸ παράπαν οὐδὲ προσοιστέον· ὡς δʼ αὕτως καὶ περὶ λύραν. προσοιστέον μέντοι νῦν φαμεν. εἰς μὲν γράμματα παιδὶ δεκετεῖ σχεδὸν ἐνιαυτοὶ τρεῖς, λύρας δὲ ἅψασθαι τρία μὲν ἔτη καὶ δέκα


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 809a Pl. Leg. 809d (English) >>Pl. Leg. 810b

Powered by PhiloLogic