Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 810d Pl. Leg. 811c (English) >>Pl. Leg. 811e

811aπολυμαθεῖς, ὅλους ποιητὰς ἐκμανθάνοντας· οἱ δὲ ἐκ πάντων κεφάλαια ἐκλέξαντες καί τινας ὅλας ῥήσεις εἰς ταὐτὸν συναγαγόντες, ἐκμανθάνειν φασὶ δεῖν εἰς μνήμην τιθεμένους, εἰ μέλλει τις ἀγαθὸς ἡμῖν καὶ σοφὸς ἐκ πολυπειρίας καὶ πολυμαθίας γενέσθαι. τούτοις δὴ σὺ κελεύεις ἐμὲ τὰ νῦν παρρησιαζόμενον ἀποφαίνεσθαι τί τε καλῶς λέγουσι καὶ τί μή;

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

τί δή ποτʼ ἂν οὖν περὶ ἁπάντων τούτων ἑνὶ λόγῳ 811bφράζων εἴποιμʼ ἂν ἱκανόν; οἶμαι μὲν τὸ τοιόνδε σχεδόν, καὶ πᾶς ἄν μοι συγχωρήσειεν, πολλὰ μὲν ἕκαστον τούτων εἰρηκέναι καλῶς, πολλὰ δὲ καὶ τοὐναντίον· εἰ δʼ οὕτω τοῦτʼ ἔχει, κίνδυνόν φημι εἶναι φέρουσαν τοῖς παισὶν τὴν πολυμαθίαν.

Κλεινίας

πῶς οὖν καὶ τί παραινοίης ἂν τῷ νομοφύλακι;

Ἀθηναῖος

τοῦ πέρι λέγεις;

Κλεινίας

τοῦ πρὸς τί παράδειγμά ποτε ἀποβλέψας ἂν τὸ μὲν 811cἐῴη πάντας μανθάνειν τοὺς νέους, τὸ δʼ ἀποκωλύοι. λέγε καὶ μηδὲν ἀπόκνει λέγων.

Ἀθηναῖος

ὠγαθὲ Κλεινία, κινδυνεύω κατά γέ τινα τρόπον ηὐτυχηκέναι.

Κλεινίας

τοῦ δὴ πέρι;

Ἀθηναῖος

τοῦ μὴ παντάπασι παραδείγματος ἀπορεῖν. νῦν γὰρ ἀποβλέψας πρὸς τοὺς λόγους οὓς ἐξ ἕω μέχρι δεῦρο δὴ διεληλύθαμεν ἡμεῖςὡς μὲν ἐμοὶ φαινόμεθα, οὐκ ἄνευ τινὸς ἐπιπνοίας θεῶνἔδοξαν δʼ οὖν μοι παντάπασι ποιήσει τινὶ προσομοίως εἰρῆσθαι. καί μοι ἴσως οὐδὲν θαυμαστὸν πάθος



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 810d Pl. Leg. 811c (English) >>Pl. Leg. 811e

Powered by PhiloLogic