821dπολίτας τε καὶ τοὺς νέους τὸ μέχρι τοσούτου μαθεῖν περὶ ἁπάντων τούτων, μέχρι τοῦ μὴ βλασφημεῖν περὶ αὐτά, εὐφημεῖν δὲ ἀεὶ θύοντάς τε καὶ ἐν εὐχαῖς εὐχομένους εὐσεβῶς.Κλεινίας
τοῦτο μὲν ὀρθόν, εἴ γε πρῶτον μὲν δυνατόν ἐστιν ὃ λέγεις μαθεῖν· εἶτα, εἰ μὴ λέγομέν τι περὶ αὐτῶν ὀρθῶς νῦν, μαθόντες δὲ λέξομεν, συγχωρῶ κἀγὼ τό γε τοσοῦτον καὶ τοιοῦτον ὂν μαθητέον εἶναι. ταῦτʼ οὖν ὡς ἔχοντά ἐσθʼ οὕτω, πειρῶ σὺ μὲν ἐξηγεῖσθαι πάντως, ἡμεῖς δὲ συνέπεσθαί σοι μανθάνοντες.
821eἈθηναῖος
ἀλλʼ ἔστι μὲν οὐ ῥᾴδιον ὃ λέγω μαθεῖν, οὐδʼ αὖ παντάπασι χαλεπόν, οὐδέ γέ τινος χρόνου παμπόλλου. τεκμήριον δέ· ἐγὼ τούτων οὔτε νέος οὔτε πάλαι ἀκηκοὼς σφῷν ἂν νῦν οὐκ ἐν πολλῷ χρόνῳ δηλῶσαι δυναίμην. καίτοι χαλεπά γε ὄντα οὐκ ἄν ποτε οἷός τʼ ἦν δηλοῦν τηλικούτοις οὖσι τηλικοῦτος.
Κλεινίας
ἀληθῆ λέγεις. ἀλλὰ τί καὶ φῂς τοῦτο τὸ μάθημα
822aὃ θαυμαστὸν μὲν λέγεις, προσῆκον δʼ αὖ μαθεῖν τοῖς νέοις, οὐ γιγνώσκειν δὲ ἡμᾶς; πειρῶ περὶ αὐτοῦ τό γε τοσοῦτον φράζειν ὡς σαφέστατα.Ἀθηναῖος
πειρατέον. οὐ γάρ ἐστι τοῦτο, ὦ ἄριστοι, τὸ δόγμα ὀρθὸν περὶ σελήνης τε καὶ ἡλίου καὶ τῶν ἄλλων ἄστρων, ὡς ἄρα πλανᾶταί ποτε, πᾶν δὲ τοὐναντίον ἔχει τούτου—τὴν αὐτὴν γὰρ αὐτῶν ὁδὸν ἕκαστον καὶ οὐ πολλὰς ἀλλὰ μίαν ἀεὶ κύκλῳ διεξέρχεται, φαίνεται δὲ πολλὰς φερόμενον—τὸ δὲ τάχιστον αὐτῶν ὂν βραδύτατον οὐκ ὀρθῶς αὖ δοξάζεται, τὸ δʼ ἐναντίον