Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 828b Pl. Leg. 828d (English) >>Pl. Leg. 829c

828cἑορτὰς εἶναι τοῖς δώδεκα θεοῖς, ὧν ἂν φυλὴ ἑκάστη ἐπώνυμος , θύοντας τούτων ἑκάστοις ἔμμηνα ἱερά, χορούς τε καὶ ἀγῶνας μουσικούς, τοὺς δὲ γυμνικούς, κατὰ τὸ πρέπον προσνέμοντας τοῖς θεοῖς τε αὐτοῖς ἅμα καὶ ταῖς ὥραις ἑκάσταις, γυναικείας τε ἑορτάς, ὅσαις χωρὶς ἀνδρῶν προσήκει καὶ ὅσαις μή, διανέμοντας. ἔτι δὲ καὶ τὸ τῶν χθονίων καὶ ὅσους αὖ θεοὺς οὐρανίους ἐπονομαστέον καὶ τὸ τῶν τούτοις ἑπομένων οὐ συμμεικτέον ἀλλὰ χωριστέον, ἐν τῷ τοῦ Πλούτωνος 828dμηνὶ τῷ δωδεκάτῳ κατὰ τὸν νόμον ἀποδιδόντας, καὶ οὐ δυσχεραντέον πολεμικοῖς ἀνθρώποις τὸν τοιοῦτον θεόν, ἀλλὰ τιμητέον ὡς ὄντα ἀεὶ τῷ τῶν ἀνθρώπων γένει ἄριστον· κοινωνία γὰρ ψυχῇ καὶ σώματι διαλύσεως οὐκ ἔστιν κρεῖττον, ὡς ἐγὼ φαίην ἂν σπουδῇ λέγων. πρὸς τούτοις δὲ διάνοιαν χρὴ σχεῖν τοὺς διαιρήσοντας ἱκανῶς ταῦτα τοιάνδε, ὡς ἔσθʼ ἡμῖν πόλις οἵαν οὐκ ἄν τις ἑτέραν εὕροι τῶν νῦν περὶ χρόνου σχολῆς καὶ τῶν ἀναγκαίων ἐξουσίας, δεῖ δὲ 829aαὐτήν, καθάπερ ἕνα ἄνθρωπον, ζῆν εὖ· τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μήθʼ ἑαυτοὺς ἀδικεῖν μήτε ὑφʼ ἑτέρων αὐτοὺς ἀδικεῖσθαι. τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπόν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον, καὶ οὐκ ἔστιν αὐτὸ τελέως σχεῖν ἄλλως τελέως γενόμενον ἀγαθόν· ταὐτὸν δὴ τοῦτο ἔστι καὶ πόλει ὑπάρχειν, γενομένῃ μὲν ἀγαθῇ βίος εἰρηνικός, πολεμικὸς δὲ ἔξωθέν τε καὶ ἔνδοθεν, ἂν κακή. τούτων δὲ ταύτῃ σχεδὸν ἐχόντων,


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 828b Pl. Leg. 828d (English) >>Pl. Leg. 829c

Powered by PhiloLogic