830cἔτι πάντων τῶν τε ἐμψύχων καὶ τῶν ἀψύχων ἀπορήσαντές ποτε, ἐν ἐρημίᾳ συγγυμναστῶν ἆρά γε οὐκ ἐτολμήσαμεν ἂν αὐτοὶ πρὸς ἡμᾶς αὐτοὺς σκιαμαχεῖν ὄντως; ἢ τί ποτε ἄλλο τὴν τοῦ χειρονομεῖν μελέτην ἄν τις φαίη γεγονέναι;Κλεινίας
σχεδόν, ὦ ξένε, οὐδὲν ἄλλο γε πλὴν τοῦτο αὐτὸ ὃ σὺ νῦν ἔφθεγξαι.
Ἀθηναῖος
τί οὖν; τὸ τῆς πόλεως ἡμῖν μάχιμον ἦ χεῖρόν τι παρασκευασάμενον τῶν τοιούτων ἀγωνιστῶν εἰς τὸν μέγιστον τῶν ἀγώνων ἑκάστοτε τολμήσει παριέναι, διαμαχούμενον περὶ
830dψυχῆς καὶ παίδων καὶ χρημάτων καὶ ὅλης τῆς πόλεως; καὶ ταῦτα δὴ φοβηθεὶς αὐτῶν ὁ νομοθέτης τὰ πρὸς ἀλλήλους γυμνάσια μὴ φαίνηταί τισιν γελοῖα, οὐκ ἄρα νομοθετήσει, στρατεύεσθαι προστάττων μάλιστα μὲν ἑκάστης ἡμέρας τά γε σμικρὰ χωρὶς τῶν ὅπλων, χορούς τε εἰς ταῦτα ἅμα καὶ γυμναστικὴν πᾶσαν συντείνων, τὰς δὲ οἷόν τινας μείζους τε καὶ ἐλάττους γυμνασίας μὴ ἔλαττον ἢ κατὰ μῆνα ἕκαστον ποιεῖσθαι προστάξει, ἁμίλλας τε πρὸς ἀλλήλους ποιουμένους
830eκατὰ πᾶσαν τὴν χώραν, ἐπὶ κατάληψιν χωρίων ἁμιλλωμένους καὶ ἐνέδρας, καὶ πᾶσαν μιμουμένους τὴν πολεμικήν, ὄντως σφαιρομαχεῖν τε καὶ βολαῖς ὡς ἐγγύτατα τῶν ἀληθῶν, χρωμένους ὑποκινδύνοις βέλεσιν, ὅπως μὴ παντάπασιν ἄφοβος ἡ πρὸς ἀλλήλους γίγνηται παιδιά, δείματα δὲ παρέχῃ καί τινα τρόπον δηλοῖ τόν τε εὔψυχον καὶ τὸν μή,