Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 834c Pl. Leg. 835a (English) >>Pl. Leg. 835d

834eἐν ἀγῶσιν καὶ ὅσα καθʼ ἡμέραν <ἐν> διδασκάλων ἐκπονούμεθα, πάντως ἤδη πέρας ἔχει. καὶ δὴ καὶ μουσικῆς τὰ μὲν πλεῖστα ὡσαύτως διαπεπέρανται, τὰ δὲ ῥαψῳδῶν καὶ τῶν τούτοις ἑπομένων, καὶ ὅσαι ἐν ἑορταῖς ἅμιλλαι χορῶν ἀναγκαῖαι γίγνεσθαι, ταχθέντων τοῖς θεοῖς τε καὶ τοῖς μετὰ θεῶν μηνῶν καὶ ἡμερῶν καὶ ἐνιαυτῶν, κοσμηθήσονται τότε, εἴτε τριετηρίδες εἴτε αὖ καὶ διὰ πέμπτων ἐτῶν, εἴθʼ ὅπῃ καὶ 835aὅπως ἔννοιαν διδόντων τῶν θεῶν τάξεως πέρι διανεμηθῶσιν· τότε καὶ τοὺς μουσικῆς ἀγῶνας χρὴ προσδοκᾶν κατὰ μέρος ἀγωνιεῖσθαι ταχθέντας ὑπό τε ἀθλοθετῶν καὶ τοῦ παιδευτοῦ τῶν νέων καὶ τῶν νομοφυλάκων, εἰς κοινὸν περὶ αὐτῶν τούτων συνελθόντων καὶ γενομένων νομοθετῶν αὐτῶν, τοῦ τε πότε καὶ τίνες καὶ μετὰ τίνων τοὺς ἀγῶνας ποιήσονται περὶ ἁπάντων χορῶν καὶ χορείας. οἷα δὲ ἕκαστα αὐτῶν εἶναι δεῖ κατὰ λόγον καὶ κατʼ ᾠδὰς καὶ καθʼ ἁρμονίας ῥυθμοῖς 835bκραθείσας καὶ ὀρχήσεσι, πολλάκις εἴρηται τῷ πρώτῳ νομοθέτῃ, καθʼ τοὺς δευτέρους δεῖ μεταδιώκοντας νομοθετεῖν, καὶ τοὺς ἀγῶνας πρεπόντως ἑκάστοις θύμασιν ἐν χρόνοις προσήκουσι νείμαντας, ἑορτὰς ἀποδοῦναι τῇ πόλει ἑορτάζειν. ταῦτα μὲν οὖν καὶ ἄλλα τοιαῦτα οὔτε χαλεπὸν γνῶναι τίνα τρόπον χρὴ τάξεως ἐννόμου λαγχάνειν, οὐδʼ αὖ μετατιθέμενα ἔνθα ἔνθα μέγα τῇ πόλει κέρδος ζημίαν ἂν φέροι·


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 834c Pl. Leg. 835a (English) >>Pl. Leg. 835d

Powered by PhiloLogic