Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.]. | ||
<<Pl. Leg. 835b | Pl. Leg. 835e (English) | >>Pl. Leg. 836d |
835dΚλεινίας
μάλιστα ὕβριν σβεννύασιν , ἀργοί , θυσίαι δὲ καὶ ἑορταὶ καὶ χοροὶ πᾶσιν μέλουσιν διὰ βίου . τίνα δή ποτε τρόπον ἐν ταύτῃ τῇ πόλει ἀφέξονται τῶν πολλοὺς δὴ πολλὰ ἐπιθυμιῶν εἰς ἔσχατα βαλλουσῶν , ὧν ἂν ὁ λόγος προστάττῃ ἀπέχεσθαι , νόμος ἐπιχειρῶν γίγνεσθαι ; καὶ τῶν μὲν πολλῶν οὐ θαυμαστὸν ἐπιθυμιῶν εἰ κρατοῖ τὰ πρόσθεν νόμιμα ταχθέντα —τὸ
836aγὰρ μὴ πλουτεῖν τε ἐξεῖναι ὑπερβαλλόντως ἀγαθὸν πρὸς τὸ σωφρονεῖν οὐ σμικρόν , καὶ πᾶσα ἡ παιδεία μετρίους πρὸς τὰ τοιαῦτʼ εἴληφεν νόμους , καὶ πρὸς τούτοις ἡ τῶν ἀρχόντων ὄψις διηναγκασμένη μὴ ἀποβλέπειν ἄλλοσε , τηρεῖν δʼ ἀεί , τοὺς νέους τʼ αὐτούς , πρὸς μὲν τὰς ἄλλας ἐπιθυμίας , ὅσα γε ἀνθρώπινα , μέτρον ἔχει —τὰ δὲ δὴ τῶν ἐρώτων παίδων τε ἀρρένων καὶ θηλειῶν καὶ γυναικῶν ἀνδρῶν
836bκαὶ ἀνδρῶν γυναικῶν ὅθεν δὴ μυρία γέγονεν ἀνθρώποις ἰδίᾳ καὶ ὅλαις πόλεσιν , πῶς τις τοῦτο διευλαβοῖτʼ ἄν , καὶ τί τεμὼν φάρμακον τούτοις ἑκάστοις τοῦ τοιούτου κινδύνου διαφυγὴν εὑρήσει ; πάντως οὐ ῥᾴδιον , ὦ Κλεινία . καὶ γὰρ οὖν πρὸς μὲν ἄλλα οὐκ ὀλίγα ἡ Κρήτη τε ἡμῖν ὅλη καὶ ἡ Λακεδαίμων βοήθειαν ἐπιεικῶς οὐ σμικρὰν συμβάλλονται τιθεῖσι νόμους ἀλλοίους τῶν πολλῶν τρόπων , περὶ δὲ τῶν ἐρώτων —αὐτοὶ γάρ ἐσμεν —ἐναντιοῦνται παντάπασιν . εἰ
Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.]. | ||
<<Pl. Leg. 835b | Pl. Leg. 835e (English) | >>Pl. Leg. 836d |