Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 835d Pl. Leg. 836b (English) >>Pl. Leg. 836e

836aγὰρ μὴ πλουτεῖν τε ἐξεῖναι ὑπερβαλλόντως ἀγαθὸν πρὸς τὸ σωφρονεῖν οὐ σμικρόν, καὶ πᾶσα παιδεία μετρίους πρὸς τὰ τοιαῦτʼ εἴληφεν νόμους, καὶ πρὸς τούτοις τῶν ἀρχόντων ὄψις διηναγκασμένη μὴ ἀποβλέπειν ἄλλοσε, τηρεῖν δʼ ἀεί, τοὺς νέους τʼ αὐτούς, πρὸς μὲν τὰς ἄλλας ἐπιθυμίας, ὅσα γε ἀνθρώπινα, μέτρον ἔχειτὰ δὲ δὴ τῶν ἐρώτων παίδων τε ἀρρένων καὶ θηλειῶν καὶ γυναικῶν ἀνδρῶν 836bκαὶ ἀνδρῶν γυναικῶν ὅθεν δὴ μυρία γέγονεν ἀνθρώποις ἰδίᾳ καὶ ὅλαις πόλεσιν, πῶς τις τοῦτο διευλαβοῖτʼ ἄν, καὶ τί τεμὼν φάρμακον τούτοις ἑκάστοις τοῦ τοιούτου κινδύνου διαφυγὴν εὑρήσει; πάντως οὐ ῥᾴδιον, Κλεινία. καὶ γὰρ οὖν πρὸς μὲν ἄλλα οὐκ ὀλίγα Κρήτη τε ἡμῖν ὅλη καὶ Λακεδαίμων βοήθειαν ἐπιεικῶς οὐ σμικρὰν συμβάλλονται τιθεῖσι νόμους ἀλλοίους τῶν πολλῶν τρόπων, περὶ δὲ τῶν ἐρώτωναὐτοὶ γάρ ἐσμενἐναντιοῦνται παντάπασιν. εἰ 836cγάρ τις ἀκολουθῶν τῇ φύσει θήσει τὸν πρὸ τοῦ Λαΐου νόμον, λέγων ὡς ὀρθῶς εἶχεν τὸ τῶν ἀρρένων καὶ νέων μὴ κοινωνεῖν καθάπερ θηλειῶν πρὸς μεῖξιν ἀφροδισίων, μάρτυρα παραγόμενος τὴν τῶν θηρίων φύσιν καὶ δεικνὺς πρὸς τὰ τοιαῦτα οὐχ ἁπτόμενον ἄρρενα ἄρρενος διὰ τὸ μὴ φύσει τοῦτο εἶναι, τάχʼ ἂν χρῷτο πιθανῷ λόγῳ, καὶ ταῖς ὑμετέραις πόλεσιν οὐδαμῶς συμφωνοῖ. πρὸς δὲ τούτοις, διὰ παντός


Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 835d Pl. Leg. 836b (English) >>Pl. Leg. 836e

Powered by PhiloLogic