Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 839a Pl. Leg. 839d (English) >>Pl. Leg. 840c

839cτῇ μὲν ῥᾴστην ἁπασῶν, τῇ δὲ χαλεπωτάτην, πρὸς τὸ τοῦτον τεθέντα ἐμμεῖναι τὸν νόμον. νοῆσαι μὲν γὰρ δὴ ῥᾷστον ὡς δυνατόν τέ ἐστιν καὶ ὅπῃφαμὲν γὰρ δὴ καθιερωθὲν τοῦτο ἱκανῶς τὸ νόμιμον πᾶσαν ψυχὴν δουλώσεσθαι καὶ παντάπασιν μετὰ φόβου ποιήσειν πείθεσθαι τοῖς τεθεῖσιν νόμοιςἀλλὰ γὰρ εἰς τοῦτο προβέβηκε νῦν, ὥστʼ οὐδʼ ἂν τότε γενέσθαι δοκεῖ, καθάπερ τὸ τῶν συσσιτίων ἐπιτήδευμα ἀπιστεῖται μὴ δυνατὸν εἶναι δύνασθαι διὰ βίου πόλιν ὅλην 839dζῆν πράττουσαν τοῦτο, ἐλεγχθὲν δʼ ἔργῳ καὶ γενόμενον παρʼ ὑμῖν, ὅμως ἔτι τό γε γυναικῶν οὐδὲ ἐν ταῖς ὑμετέραις πόλεσιν δοκεῖ φύσιν ἔχειν γίγνεσθαι. ταύτῃ δʼ αὖ, διὰ τὴν τῆς ἀπιστίας ῥώμην, εἴρηκα ἀμφότερα ταῦτα εἶναι παγχάλεπα μεῖναι κατὰ νόμον.

Μέγιλλος

ὀρθῶς γε σὺ λέγων.

Ἀθηναῖος

ὡς δʼ οὖν οὐκ ἔστιν ὑπὲρ ἄνθρωπον, οἷόν τε δὲ γενέσθαι, βούλεσθε ὑμῖν πειραθῶ τινα λόγον ἐχόμενον πιθανότητος εἰπεῖν τινος;

Κλεινίας

πῶς γὰρ οὔ; 839e

Ἀθηναῖος

πότερον οὖν τις ἀφροδισίων ῥᾷον ἂν ἀπέχοιτο, καὶ τὸ ταχθὲν ἐθέλοι περὶ αὐτὰ μετρίως ποιεῖν, εὖ τὸ σῶμα ἔχων καὶ μὴ ἰδιωτικῶς, φαύλως;

Κλεινίας

πολύ που μᾶλλον μὴ ἰδιωτικῶς.

Ἀθηναῖος

ἆρʼ οὖν οὐκ ἴσμεν τὸν Ταραντῖνον Ἴκκον ἀκοῇ 840aδιὰ τὸν Ὀλυμπίασί τε ἀγῶνα καὶ τούς γε ἄλλους; ὧν διὰ φιλονικίαν, καὶ τέχνην καὶ τὸ μετὰ τοῦ σωφρονεῖν ἀνδρεῖον ἐν τῇ ψυχῇ κεκτημένος, ὡς λόγος, οὔτε τινὸς πώποτε γυναικὸς ἥψατο οὐδʼ αὖ παιδὸς ἐν ὅλῃ τῇ τῆς ἀσκήσεως ἀκμῇ· καὶ δὴ καὶ Κρίσωνα καὶ Ἀστύλον καὶ Διόπομπον καὶ ἄλλους παμπόλλους αὐτός που λόγος ἔχει. καίτοι τῶν γʼ ἐμῶν καὶ σῶν πολιτῶν, Κλεινία, πολὺ κάκιον ἦσαν πεπαιδευμένοι



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 839a Pl. Leg. 839d (English) >>Pl. Leg. 840c

Powered by PhiloLogic