Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 839b Pl. Leg. 840a (English) >>Pl. Leg. 840d

839dζῆν πράττουσαν τοῦτο, ἐλεγχθὲν δʼ ἔργῳ καὶ γενόμενον παρʼ ὑμῖν, ὅμως ἔτι τό γε γυναικῶν οὐδὲ ἐν ταῖς ὑμετέραις πόλεσιν δοκεῖ φύσιν ἔχειν γίγνεσθαι. ταύτῃ δʼ αὖ, διὰ τὴν τῆς ἀπιστίας ῥώμην, εἴρηκα ἀμφότερα ταῦτα εἶναι παγχάλεπα μεῖναι κατὰ νόμον.

Μέγιλλος

ὀρθῶς γε σὺ λέγων.

Ἀθηναῖος

ὡς δʼ οὖν οὐκ ἔστιν ὑπὲρ ἄνθρωπον, οἷόν τε δὲ γενέσθαι, βούλεσθε ὑμῖν πειραθῶ τινα λόγον ἐχόμενον πιθανότητος εἰπεῖν τινος;

Κλεινίας

πῶς γὰρ οὔ; 839e

Ἀθηναῖος

πότερον οὖν τις ἀφροδισίων ῥᾷον ἂν ἀπέχοιτο, καὶ τὸ ταχθὲν ἐθέλοι περὶ αὐτὰ μετρίως ποιεῖν, εὖ τὸ σῶμα ἔχων καὶ μὴ ἰδιωτικῶς, φαύλως;

Κλεινίας

πολύ που μᾶλλον μὴ ἰδιωτικῶς.

Ἀθηναῖος

ἆρʼ οὖν οὐκ ἴσμεν τὸν Ταραντῖνον Ἴκκον ἀκοῇ 840aδιὰ τὸν Ὀλυμπίασί τε ἀγῶνα καὶ τούς γε ἄλλους; ὧν διὰ φιλονικίαν, καὶ τέχνην καὶ τὸ μετὰ τοῦ σωφρονεῖν ἀνδρεῖον ἐν τῇ ψυχῇ κεκτημένος, ὡς λόγος, οὔτε τινὸς πώποτε γυναικὸς ἥψατο οὐδʼ αὖ παιδὸς ἐν ὅλῃ τῇ τῆς ἀσκήσεως ἀκμῇ· καὶ δὴ καὶ Κρίσωνα καὶ Ἀστύλον καὶ Διόπομπον καὶ ἄλλους παμπόλλους αὐτός που λόγος ἔχει. καίτοι τῶν γʼ ἐμῶν καὶ σῶν πολιτῶν, Κλεινία, πολὺ κάκιον ἦσαν πεπαιδευμένοι 840bτὰς ψυχάς, τὰ δὲ σώματα πολὺ μᾶλλον σφριγῶντες.

Κλεινίας

ἀληθῆ ταῦτα λέγεις ὅτι σφόδρα ὑπὸ τῶν παλαιῶν ἐστιν εἰρημένα περὶ τούτων τῶν ἀθλητῶν ὡς ὄντως ποτὲ γενόμενα.

Ἀθηναῖος

τί οὖν; οἱ μὲν ἄρα νίκης ἕνεκα πάλης καὶ δρόμων καὶ τῶν τοιούτων ἐτόλμησαν ἀπέχεσθαι λεγομένου πράγματος ὑπὸ τῶν πολλῶν εὐδαίμονος, οἱ δὲ ἡμέτεροι παῖδες ἀδυνατήσουσι καρτερεῖν πολὺ καλλίονος ἕνεκα νίκης, ἣν



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 839b Pl. Leg. 840a (English) >>Pl. Leg. 840d

Powered by PhiloLogic