841cἓν γένος ὄν, περιλαβόντα τρία γένη βιάζοιτʼ ἂν μὴ παρανομεῖν.Κλεινίας
ποῖα δή;
Ἀθηναῖος
τό τε θεοσεβὲς ἅμα καὶ φιλότιμον καὶ τὸ μὴ τῶν σωμάτων ἀλλὰ τῶν τρόπων τῆς ψυχῆς ὄντων καλῶν γεγονὸς ἐν ἐπιθυμίᾳ. ταῦτα δὴ καθάπερ ἴσως ἐν μύθῳ τὰ νῦν λεγόμενʼ ἐστὶν εὐχαί, πολύ γε μὴν ἄριστα, εἴπερ γίγνοιτο, ἐν πάσαις πόλεσι γίγνοιτο ἄν. τάχα δʼ ἄν, εἰ θεὸς ἐθέλοι,
841dκἂν δυοῖν θάτερα βιασαίμεθα περὶ ἐρωτικῶν, ἢ μηδένα τολμᾶν μηδενὸς ἅπτεσθαι τῶν γενναίων ἅμα καὶ ἐλευθέρων πλὴν γαμετῆς ἑαυτοῦ γυναικός, ἄθυτα δὲ παλλακῶν σπέρματα καὶ νόθα μὴ σπείρειν, μηδὲ ἄγονα ἀρρένων παρὰ φύσιν· ἢ τὸ μὲν τῶν ἀρρένων πάμπαν ἀφελοίμεθʼ ἄν, τὸ δὲ γυναικῶν, εἴ τις συγγίγνοιτό τινι πλὴν ταῖς μετὰ θεῶν καὶ ἱερῶν γάμων ἐλθούσαις εἰς τὴν οἰκίαν, ὠνηταῖς εἴτε
841eἄλλῳ ὁτῳοῦν τρόπῳ κτηταῖς, μὴ λανθάνων ἄνδρας τε καὶ γυναῖκας πάσας, τάχʼ ἂν ἄτιμον αὐτὸν τῶν ἐν τῇ πόλει ἐπαίνων νομοθετοῦντες ὀρθῶς ἂν δόξαιμεν νομοθετεῖν, ὡς ὄντως ὄντα ξενικόν. οὗτος δὴ νόμος, εἴτε εἷς εἴτε δύο αὐτοὺς χρὴ προσαγορεύειν, κείσθω περὶ ἀφροδισίων
842aκαὶ ἁπάντων τῶν ἐρωτικῶν, ὅσα πρὸς ἀλλήλους διὰ τὰς τοιαύτας ἐπιθυμίας ὁμιλοῦντες ὀρθῶς τε καὶ οὐκ ὀρθῶς πράττομεν.Μέγιλλος
καὶ τοίνυν, ὦ ξένε, ἐγὼ μέν σοι σφόδρα δεχοίμην ἂν τοῦτον τὸν νόμον, ὁ δὲ δὴ Κλεινίας αὐτὸς φραζέτω τί ποτε περὶ αὐτῶν διανοεῖται.
Κλεινίας
ἔσται ταῦτα, ὦ Μέγιλλε, ὁπόταν γε δή μοι δόξῃ τις παραπεπτωκέναι καιρός· νῦν μὴν ἐῶμεν τὸν ξένον ἔτι εἰς τὸ πρόσθεν προϊέναι τῶν νόμων.
Μέγιλλος
ὀρθῶς.