Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 845c Pl. Leg. 845e (English) >>Pl. Leg. 846c

845dδὲ τῷ νόμῳ κινδυνευέτω ἀναγώνιστος γίγνεσθαι περὶ ἀρετῆς, ἐὰν εἰς τότε τὰ τοιαῦτα περὶ αὐτοῦ τοὺς τότε κριτάς τις ἀναμιμνῄσκῃ.

ὕδωρ δὲ πάντων μὲν τὸ περὶ τὰς κηπείας διαφερόντως τρόφιμον, εὐδιάφθαρτον δέ· οὔτε γὰρ γῆν οὔτε ἥλιον οὔτε πνεύματα, τοῖς ὕδασι σύντροφα τῶν ἐκ γῆς ἀναβλαστανόντων, ῥᾴδιον φθείρειν φαρμακεύσεσιν ἀποτροπαῖς καὶ κλοπαῖς, περὶ δὲ τὴν ὕδατος φύσιν ἐστὶν τὰ τοιαῦτα σύμπαντα δυνατὰ 845eγίγνεσθαι· διὸ δὴ βοηθοῦ δεῖται νόμου. ἔστω τοίνυν ὅδε περὶ αὐτοῦ· ἄν τις διαφθείρῃ ἑκὼν ὕδωρ ἀλλότριον, εἴτε καὶ πηγαῖον εἴτε καὶ συναγυρτόν, φαρμακείαις σκάμμασιν κλοπαῖς, βλαπτόμενος δικαζέσθω πρὸς τοὺς ἀστυνόμους, τὴν ἀξίαν τῆς βλάβης ἀπογραφόμενος· ἂν δέ τις ὄφλῃ φαρμακείαις τισὶν βλάπτων, πρὸς τῷ τιμήματι καθηράτω τὰς πηγὰς τἀγγεῖον τοῦ ὕδατος, ὅπῃπερ ἂν οἱ τῶν ἐξηγητῶν νόμοι ἀφηγῶνται δεῖν γίγνεσθαι τὴν κάθαρσιν ἑκάστοτε καὶ ἑκάστοις.

περὶ δὲ συγκομιδῆς τῶν ὡραίων ἁπάντων, ἐξέστω τῷ 846aβουλομένῳ τὸ ἑαυτοῦ διὰ παντὸς τόπου κομίζεσθαι, ὅπῃπερ ἂν μηδὲν μηδένα ζημιοῖ τριπλάσιον αὐτὸς κέρδος τῆς τοῦ γείτονος ζημίας κερδαίνῃ, τούτων δὲ ἐπιγνώμονας τοὺς ἄρχοντας γίγνεσθαι, καὶ τῶν ἄλλων ἁπάντων ὅσα τις ἂν ἑκὼν ἄκοντα βλάπτῃ βίᾳ λάθρᾳ, αὐτὸν τῶν αὐτοῦ τι, διὰ τῶν αὑτοῦ κτημάτων, πάντα τὰ τοιαῦτα τοῖς ἄρχουσιν ἐπιδεικνὺς τιμωρείσθω, μέχρι τριῶν μνῶν ὄντος τοῦ βλάβους· ἐὰν δʼ ἔγκλημά τῳ μεῖζον ἄλλῳ πρὸς ἄλλον γίγνηται, πρὸς



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 845c Pl. Leg. 845e (English) >>Pl. Leg. 846c

Powered by PhiloLogic